TLG 1325 001 :: DIOGENIS SINOPENSIS EPISTULAE :: Epistulae

DIOGENIS SINOPENSIS EPISTULAE Epist.
(Incertum)

Cf. et DIOGENES Phil. et Trag. (0334)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 235–258.

Citation: Epistle — section — (line)

1

.

1

(t)

Σινωπεῦσιν.
1 Ὑμεῖς μὲν ἐμοῦ φυγὴν κατεψηφίσασθε, ἐγὼ δὲ ὑμῶν μονήν. οἰκήσετε οὖν διὰ τοῦτο ὑμεῖς μὲν Σι‐ νώπην, ἐγὼ δὲ Ἀθήνας, τοῦτ’ ἔστιν ὑμεῖς μὲν μετὰ τῶν ἐμπόρων, ἐγὼ δὲ μετὰ Σόλωνος καὶ τῶν τὴν Ἑλ‐
5λάδα ἠλευθερωκότων ἀπὸ τῶν Μηδικῶν, καὶ ὑμεῖς μὲν Ἡνιόχοις καὶ Ἀχαιοῖς χρώμενοι, ἀνθρώποις ἐκ τοῦ ἐχθροῦ γένους Πανέλλησιν, ἐγὼ δὲ Δελφοῖς καὶ Ἠλείοις, μεθ’ ὧν καὶ θεοὶ πολιτεύονται.

1

.

2

ἀλλ’ ὤφελε τοῦτο μὴ νῦν ὑμῖν δόξαι, ἀλλ’ ἔτι πάλαι καὶ ἐπὶ τοῦ πατρὸς Ἱκέτου. νυνὶ δὲ ἓν τοῦτο δέδοικα, μὴ διὰ τὴν πατρίδα ἀπιστηθῶ μέτριος εἶναι. τὸ μὲν
5οὖν πρὸς ὑμῶν με φυγαδευθῆναι συνηγορεῖ, καὶ πι‐ στεύω αὐτῷ μᾶλλον τοῦ ἑτέρου· κρεῖττον γὰρ παρὰ πολὺ διαβάλλεσθαι πρὸς ὑμῶν ἢ ἐπαινεῖσθαι. ὅμως μέντοι δέδοικα τοῦτο, μή με ὁ κοινὸς περὶ τῆς πατρί‐ δος λόγος βλάψῃ. ἄλλου δέ τινος οὐδεὶς λόγος· κρεῖτ‐
10τον γὰρ ὁπουδήποτε οἰκεῖν ἢ σὺν ὑμῖν οὕτως ἡμῖν προσενεχθεῖσιν.

2

.

1

(t)

Ἀντισθένει.
1 Ἀνέβαινον εἰς ἄστυ ἐκ Πειραιῶς, καὶ περιτυγχάνει μοι μειράκια ἄττα θρυπτόμενα ἀπὸ συμποσίου τινὸς ἐγηγερμένα, καὶ ἐν σφίσιν αὐτοῖς, ἐπεὶ ἀγχοῦ ἐγενόμην, «ἀνάγωμεν» ἔλεγον «ἀπὸ τοῦ κυνός.» κἀγὼ ἐπεὶ
5τοῦτο ἤκουσα «θαρρεῖτε» ἔφην, «οὗτος ὁ κύων τεῦ‐ τλα οὐ δάκνει.» οἳ δ’, ὡς τοῦτο ἔλεξα, ἐπαύοντο ἀλύοντες καὶ τοὺς στεφάνους οὓς εἶχον περὶ τῇ κεφαλῇ καὶ τῷ τραχήλῳ διαρρήξαντες ἐξέβαλον καὶ τὰς χλα‐ νίδας εὐκόσμως περιεβάλοντο καὶ ἥσυχοι εὖ μάλα ἕως
10εἰς ἄστυ ἠκολούθουν, ἐπακροώμενοι τῶν λόγων οὓς πρὸς ἐμαυτὸν διεξήειν.

3

.

1

(t)

Ἱππαρχίᾳ.
1 Ἄγαμαί σε τῆς ἐπιθυμίας, ὅτι τε φιλοσοφίας ὠρέ‐ χθης γυνὴ οὖσα, καὶ ὅτι τῆς ἡμετέρας αἱρέσεως ἐγενή‐ θης, ἣν διὰ τὸ αὐστηρὸν καὶ οἱ ἄνδρες κατεπλάγησαν. ἀλλ’ ὅπως καὶ τέλος ἐπιθῇς τῇ ἀρχῇ σπούδασον. ἐπι‐
5θήσεις δὲ εὖ οἶδα, εἰ Κράτητός τε τοῦ συνευνέτου μὴ ἀπολείποιο, ἡμῖν τε τοῖς εὐεργέταις τῆς φιλοσοφίας θα‐ μινῶς ἐπιστέλλοις· δύνανται γὰρ αἱ ἐπιστολαὶ πολλὰ
καὶ οὐχ ἥττονα τῆς πρὸς παρόντας διαλέξεως.235

4

.

1

(t)

Ἀντιπάτρῳ.
1 Μὴ μέμφου με, ὅτι σοι μεταπεμπομένῳ ἡμᾶς ἐπὶ Μακεδονίαν οὐκ ἐπείσθημεν, μηδ’ ὅτι τοὺς Ἀθήνησιν ἅλας προυκρίναμεν τῆς παρὰ σοῦ τραπέζης· οὐ γὰρ δι’ ὑπεροψίαν τοῦτ’ ἐπράξαμεν, ἀλλ’ οὐδὲ διὰ φιλοδοξίαν,
5δι’ ἣν τάχ’ ἴσως ἕτεροι ἂν ἐποίησαν, ἵνα τινὲς τοῖς πολλοῖς μεγάλοι δόξωσι, βασιλεῦσι δυνάμενοι ἀντιλέ‐ γειν, ἀλλ’ ὅτι ἡμῖν παρὰ τὰς ἐν Μακεδονίᾳ τραπέζας οἱ Ἀθήνησιν ἅλες εἰσὶ σύμφυλοι. φυλακῇ οὖν τῆς οὐ‐ σίας μᾶλλον ἀντείπομεν καὶ οὐχ ὑπεροψίᾳ. συγγί‐
10γνωσκε οὖν· καὶ γὰρ εἰ πρόβατα ἦμεν, συνέγνως ἂν μὴ πεισθεῖσιν, ὅτι οὐκ ἔστι προβάτου τε τροφὴ καὶ βασιλέως ἡ αὐτή. ἔα οὖν ἕκαστον ὅπου ἂν δύνηται ζῆν, ὦ μακάριε· βασιλικὸν γὰρ τοῦτο καὶ οὐ τὸ ἕτερον.

5

.

1

(t)

Περδίκκᾳ.
1 Εἰ μὲν ταῖς δόξαις ἤδη πολεμεῖς, λέγω δὲ τοῖς ἰσχυ‐ ροτέροις ἐχθροῖς καὶ πλείονα καταβλάπτουσί σε Θρᾳ‐ κῶν τε καὶ Παιόνων, καταστρεψόμενος τὰ τῶν ἀνθρώ‐ πων πάθη μεταπέμπου με· δύναμαι γὰρ εἰς τὸν πρὸς
5ταῦτα πόλεμον καὶ στρατηγεῖν. εἰ δ’ ἔτι σοι τὰ πρὸς ἀνθρώπους ἔργα λείπεται καὶ τούτου τοῦ πολέμου σχεδὸν αἰσθάνῃ, ἔα μὲν ἡμᾶς Ἀθήνησι καθέζεσθαι, μεταπέμπου δὲ τοὺς Ἀλεξάνδρου στρατιώτας, οἷς κἀ‐ κεῖνος ἐπικούροις χρώμενος Ἰλλυριοὺς καὶ Σκύθας
10ὑπέταξεν.

6

.

1

(t)

Κράτητι.
1 Χωρισθέντος σου εἰς Θήβας ἀνέβαινον ἐκ Πειραιῶς ὑπὸ μέσην ἡμέραν, καὶ διὰ τοῦτο λαμβάνει με δίψος καρτερόν. ὥρμησα οὖν ἐπὶ τὴν Πάνοπος κρήνην. καὶ ἕως ἐγὼ τὸ ποτήριον ἐκ τῆς πήρας ἐξῄρουν, ἧκέ
5τις θέων θεράπων τῶν τὴν χώραν ἐργαζομένων καὶ συν‐ άψας κοίλας τὰς χεῖρας ἠρύετο ἀπὸ τῆς κρήνης καὶ οὕτως ἔπινε, καὶ ἐγώ, δόξαν μοι ποτηρίου σοφώτερον εἶναι, οὐκ ἠδέσθην διδασκάλῳ αὐτῷ τῶν καλῶν χρή‐ σασθαι.

6

.

2

ἀπορρίψας οὖν τὸ ποτήριον ὃ εἶχον, καὶ σοὶ εὑρών τινας ἐπὶ Θηβῶν ἀνερχομένους τὸ σοφὸν τοῦτο ἐπέσταλκα, οὐδὲν βουλόμενος τῶν καλῶν δίχα σοῦ ἐπίστασθαι. ἀλλὰ καὶ σὺ διὰ τοῦτο πειρῶ εἰς τὴν
5ἀγορὰν ἐμβάλλειν, ἵνα πολλοὶ διατρίβουσιν ἄνθρω‐ ποι. ἔσται γὰρ ἡμῖν οὕτω καὶ ἄλλα σοφὰ παρὰ τῶν κατὰ μέρος εὑρεῖν· πολλὴ γὰρ ἡ φύσις, ἣν ἐκβαλλο‐ μένην ὑπὸ τῆς δόξης ἐκ τοῦ βίου ἐπὶ σωτηρίᾳ ἀνθρώ‐ πων κατάγομεν ἡμεῖς.

7

.

1

(t)

Ἱκέτῃ.
1 Μὴ ἀνιῶ, ὦ πάτερ, ὅτι κύων λέγομαι καὶ ἀμπέχο‐ μαι τρίβωνα διπλοῦν καὶ πήραν φέρω κατ’ ὤμων καὶ ῥάβδον ἔχω διὰ χειρός· οὐ γὰρ ἄξιον ἐπὶ τοῖς τοιού‐
τοις ἀνιᾶσθαι, μᾶλλον δὲ ἥδεσθαι, ὅτι ὀλίγοις ἀρ‐236
5κεῖται ὁ παῖς σου, ἐλεύθερος δέ ἐστι δόξης, ᾗ πάντες δουλεύουσιν Ἕλληνές τε καὶ βάρβαροι· τὸ γὰρ ὄνομα πρὸς τῷ μὴ συμπεφυκέναι τοῖς πράγμασι, σύμβολον δ’ εἶναι ἔνδοξόν πώς ἐστι. καλοῦμαι γὰρ κύων ὁ οὐρα‐ νοῦ, οὐχ ὁ γῆς, ὅτι ἐκείνῳ εἰκάζω ἐμαυτόν, ζῶν οὐ
10κατὰ δόξαν, ἀλλὰ κατὰ φύσιν ἐλεύθερος ὑπὸ τὸν Δία, εἰς αὐτὸν ἀνατεθεικὼς τἀγαθὸν καὶ οὐκ εἰς τὸν πλη‐ σίον·

7

.

2

τὴν δὲ στολὴν καὶ Ὅμηρος γράφει Ὀδυσσέα τὸν τῶν Ἑλλήνων σοφώτατον φορῆσαι, ἡνίκα οἴκαδε ἐπανῄει ἐξ Ἰλίου Ἀθηνᾶς ὑποθημοσύνῃσιν, καὶ οὕτω καλή ἐστιν, ὡς μὴ ἀνθρώπων εὕρημα εἶναι ὁμολο‐
5γεῖσθαι, ἀλλὰ θεῶν. φᾶρος μέν οἱ πρῶτα χιτῶνά τε εἵματ’ ἔδωκε λευγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσς’ ἐλάφοιο ψιλόν, δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
10 πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. θάρρει οὖν, ὦ πάτερ, ἐπὶ τῷ ὀνόματι, ὃ καλοῦσιν ἡμᾶς, καὶ ἐπὶ τῇ στολῇ, ἐπεὶ ὁ μὲν κύων ἐστὶ πρὸς θεῶν, ἣ δὲ εὕρημα τοῦ θεοῦ.

8

.

1

(t)

Εὐγνησίῳ.
1 Ἧκον εἰς Κόρινθον ἐκ Μεγάρων καὶ διαπορευόμε‐ νος τὴν ἀγορὰν παρίσταμαι διδασκαλείῳ τινὶ παίδων, καί μοι ἐπεὶ οὐκ εὖ ἐρραψῴδουν, ἔδοξε πυθέσθαι τίς ἦν ὁ διδάσκων αὐτούς. καὶ ἀπεκρίναντο «Διονύσιος
5ὁ τῆς Σικελίας τύραννος.» κἀγὼ δόξας αὐτοὺς ἐρε‐ σχελεῖν πρός με καὶ τοῦτο οὐχ ἁπλῶς ἀποκεκρίσθαι, παρελθὼν ἐπί τι βάθρον ἐκάθισα, εὐκόσμως ἀναμένων αὐτόν· ἐλέγετο γὰρ πρὸς ἀγορὰν ὡρμηκέναι. καὶ δὴ οὐ διαγίνεται πολὺς χρόνος, καὶ ἐπιστρέφεται ὁ Διο‐
10νύσιος, κἀγὼ ἐξαναστὰς προσαγορεύω τε αὐτὸν καὶ ἐπιλέγω «ὡς οὐκ εὖ, Διονύσιε, διδάσκεις.»

8

.

2

ὃ δέ με δόξας συνάχθεσθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννί‐ δος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν· «ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν.» κἀγὼ
5προσέθηκα τῷ οὐκ εὖ τὸ «ἀληθῶς. ἀλλ’ ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφῄρησαι ἄχθομαι, ὦ Διονύσιε, ἀλλ’ ὅτι ἐλευθεριάζεις ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ πε‐ ρισέσωσαι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θά‐
10λατταν.»

9

.

1

(t)

Κράτητι.
1 Ἐπυθόμην σε τὴν οὐσίαν ἅπασαν κατενεγκεῖν εἰς τὴν ἐκκλησίαν καὶ παραχωρῆσαι τῇ πατρίδι καὶ στάντα ἐν μέσῳ κηρῦξαι «Κράτης Κράτητος Κράτητα ἀφίησιν ἐλεύθερον.» ἡσθῆναι οὖν ἐπὶ τῇ δωρεᾷ τοὺς
5πάντας ἀστοὺς καὶ ἀγασθῆναι ἡμᾶς τοὺς τῶν τοιού‐ των ἀνθρώπων ποιητάς, ἐθελῆσαι δὲ διὰ τοῦτο μετα‐ πέμψασθαι ἡμᾶς Ἀθήνηθεν, σὲ δὲ ἐπιστάμενον τὴν ἡμετέραν κρίσιν κωλῦσαι. ἐνταῦθα μὲν οὖν ἐπαινῶ
σε τοῦ νοῦ, ἐπὶ δὲ τῇ παραδόσει τῆς οὐσίας καὶ ἄγα‐237
10μαι, ἐπεὶ θᾶττον ἢ προσεδόκησα κρείττων ἐγένου τῶν δοξῶν. ἀλλὰ διὰ ταχέων ἐπάνηκε· ἔτι γάρ σοι δεῖ πρὸς τἄλλα συνασκήσεως, καὶ χρονίζειν ἔνθα μὴ εἰσὶν ὅμοιοι οὐκ ἀσφαλές.

10

.

1

(t)

Μητροκλεῖ.
1 Μὴ μόνον ἐπὶ τῇ στολῇ καὶ τῷ ὀνόματι καὶ τῇ διαίτῃ θάρρει, Μητρόκλεις, ἀλλὰ καὶ ἐπὶ τῷ αἰτεῖν ἀνθρώπους τὰ σωτήρια· οὐ γὰρ αἰσχρόν. βασιλεῖς γέ τοι καὶ δυνάσται παρὰ τῶν ὑποτεταγμένων αἰτοῦσι
5χρήματα, στρατιώτας, ναῦς, σῖτον, καὶ οἱ κάμνοντες παρὰ τῶν ἰατρῶν φάρμακα καὶ οὐ μόνον πυρετοῦ, ἀλλὰ καὶ φρίκης καὶ λοιμοῦ, καὶ οἱ ἐρασταὶ παρὰ τῶν παιδικῶν φιλήματα καὶ ἐπαφήματα, τὸν δὲ Ἡρακλέα παρὰ τῶν ἀναισθήτων φασὶ καὶ ἰσχὺν λαμβάνειν. οὐ
10γὰρ προῖκα οὐδ’ ἐπὶ χείρονι ἀνταλλαγῇ, ἀλλ’ ἐπὶ τῇ σωτηρίᾳ πάντων ἔστιν αἰτεῖν, ἀνθρώπους τὰ πρὸς τὴν φύσιν, καὶ ἐπὶ τῷ ταὐτὰ ποιεῖν Ἡρακλεῖ τῷ Διὸς καὶ ἔχειν ἀμείβεσθαι πολὺ κρείττονα ὧν λαμβάνεις αὐτός.

10

.

2

τίνα ταῦτα; μὴ πρὸς τὴν ἀλήθειαν εἶναί σοι τὴν μά‐ χην τοῦτο πράσσοντι, ἀλλὰ πρὸς τὴν δόξαν. ᾗ πάντη μάχου, κἂν μηδέν σε ἐπείγῃ· καλὸν γάρ τι ἔθος καὶ ὁ πρὸς τὰ τοιαῦτα πόλεμος. Σωκράτης δὲ ἔλεγε μὴ
5αἰτεῖν τοὺς σπουδαίους, ἀλλὰ ἀπαιτεῖν· εἶναι γὰρ αὐ‐ τῶν τὰ πάντα ὡς καὶ τῶν θεῶν. καὶ τοῦτ’ ἐπειρᾶτο συνάγειν ἐκ τοῦ κυρίους μὲν ὑπάρχειν τῶν πάντων τοὺς θεούς, κοινὰ δ’ εἶναι τὰ τῶν φίλων, φίλον δ’ εἶναι τῷ θεῷ τὸν σπουδαῖον. αἰτήσεις τοίνυν τὰ ἴδια.

11

.

1

(t)

Κράτητι.
1 Καὶ τοὺς ἀνδριάντας τοὺς ἐν ἀγορᾷ προσιὼν αἴτει τὰ ἄλφιτα. καλὴ γάρ που καὶ ἡ τοιαύτη μελέτη· ἐν‐ τεύξῃ γὰρ ἀνθρώποις ἀπαθεστέροις ἀνδριάντων. καὶ ὅταν σου μᾶλλον γάλλοις καὶ κιναιδολόγοις μεταδι‐
5δῶσι, μὴ θαύμαζε· τιμᾷ γὰρ ἕκαστος τὸν πλησίον ἑαυτοῦ καὶ οὐ τὸν πόρρω· εἰσὶ δὲ οἱ τοῖς πολλοῖς ἀρέ‐ σκοντες γάλλοι μᾶλλον ἢ φιλόσοφοι.

12

.

1

(t)

Τῷ αὐτῷ.
1 Οἱ πολλοὶ ἐπὶ τὸν εὐδαιμονισμόν, ὅταν μὲν σύντο‐ μον ὁδὸν ἐπ’ εὐδαιμονίαν φέρουσαν ἀκούσωσιν, ἵενται καθάπερ ἡμεῖς ἐπὶ φιλοσοφίαν· ὅταν δ’ ἐπὶ τὴν ὁδὸν ἀφίκωνται καὶ αὐτῆς τὴν χαλεπότητα θεάσωνται, ὡς
5ἀσθενοῦντες ὀπίσω ἀναχωροῦσιν, εἶτα μέμφονταί που οὐχ αὑτῶν τὴν μαλακίαν, ἀλλὰ τὴν ἡμῶν ἀπά‐ θειαν. ἔα οὖν τούτους μὲν ὅπως ἐσπούδασαν ταῖς ἡδοναῖς συγκαθεύδειν· καταλήψεται γὰρ αὐτοὺς ζῶν‐ τας οὐκ εἰς ὃν ἡμᾶς διαβάλλουσι πόνος, ἀλλ’ οἱ μείζο‐
10νες, δι’ οὓς πάσῃ περιστάσει δουλεύουσιν αἰσχρῶς. σὺ δὲ ἐπίμενε ἐν τῇ ἀσκήσει ὥσπερ ἤρξω, καὶ σπού‐ δαζε κατ’ ἴσον ἡδονῇ ἀντιτάττεσθαι καὶ πόνῳ, ἐπεὶ καὶ κατ’ ἴσον ἀμφότερα πολεμεῖν ἡμῖν πέφυκε καὶ εἰς τὰ πρῶτα ἐμποδίζειν, ἣ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ
15ἄγειν, ὃ δὲ διὰ τὸ ἀπὸ τῶν καλῶν ἀπάγειν τῷ φόβῳ.238

13

.

1

(t)

Ἀπολήξιδι.
1 Ἀπεθέμην τὰ πολλὰ τῶν τὴν πήραν βαρυνόντων, πίνακα μὲν διδαχθεὶς ἐν ἄρτῳ τὸ κοῖλον εἶναι, ποτή‐ ριον δὲ τὰς χεῖρας. καὶ οὐκ ἔστιν αἰσχύνη τὸν ἐπι‐ στάτην εἰπεῖν ὅτι «παῖς ἦν ἔτι,» οὐκ ἔδει δὲ τὴν εὕ‐
5ρεσιν εὔχρηστον οὖσαν διὰ τὴν ἡλικίαν παρελθεῖν, ἀλλὰ προσδέξασθαι.

14

.

1

(t)

Ἀντιπάτρῳ.
1 Μέμφῃ μου τὸν βίον ὡς ἐπίπονον καὶ διὰ χαλεπό‐ τητα ὑπ’ οὐδενὸς ἐπιτηδευθησόμενον· ἐγὼ δὲ ἑκὼν αὐτὸν ἐπέτεινα, ἵνα γνῶσιν οἱ μιμούμενοί με μὴ τέλεον ἡδυπαθεῖς εἶναι.

15

.

1

(t)

Ἀντιπάτρῳ.
1 Ἀκούων λέγειν σε μηδέν με ποιεῖν παράδοξον δι‐ πλοῦν τρίβωνα φοροῦντα καὶ πήραν ἐξημμένον, ἐγὼ δὲ θαυμαστὸν μὲν οὐδὲν εἶναί φημι τούτων, καλὸν δ’ ἑκά‐ τερον αὐτῶν ἀπὸ διαθέσεως ἐπιτηδευόμενον· οὐ γὰρ
5μόνον τὸ σῶμα ταύτῃ δεῖ κεχρῆσθαι τῇ λιτότητι, ἀλλὰ καὶ τὴν ψυχὴν σὺν αὐτῷ, οὐδ’ ἐπαγγέλλεσθαι μὲν πολλά, πράττειν δὲ τὰ μηδὲν ἀρκοῦντα, ἀλλὰ τῷ βίῳ τὸν λόγον ἀκόλουθον ἐπιδείκνυσθαι. ἃ δὴ πει‐ ρῶμαι ποιεῖν καὶ μαρτυρεῖν μοι—ἴσως ὑπολήψῃ με
10λέγειν τὸν Ἀθηναίων δῆμον ἢ τὸν Κορινθίων, ἀδίκους μάρτυρας; τὴν ἐμαυτοῦ ψυχήν φημι, ἣν οὐκ ἔστι λα‐ θεῖν ἁμαρτάνοντα.

16

.

1

(t)

Ἀπολήξιδι.
1 Ἐνέτυχόν σοι περὶ οἰκήσεως, καὶ χάρις ὑποσχο‐ μένῳ, κοχλίαν δὲ θεασάμενος ηὗρον οἴκησιν ἀλεξάνε‐ μον τὸν ἐν τῷ Μητρῴῳ πίθον. ἀπολέλυσο οὖν τῆς ὑπηρεσίας ταύτης καὶ σύγχαιρε ἡμῖν τὴν φύσιν ἀνευ‐
5ρίσκουσιν.

17

.

1

(t)

Ἀνταλκίδῃ.
1 Ἀκούω σε γράφειν περὶ ἀρετῆς πρὸς ἡμᾶς καὶ τοῖς γνωρίμοις ἐπαγγέλλεσθαι ὅτι διὰ τῆς γραφῆς πείσεις ἡμᾶς φρονεῖν περὶ σοῦ τι. ἐγὼ δὲ οὐδὲ τὴν τοῦ Τυν‐ δάρεω θυγατέρα ἐπαινῶ τὴν εἰς τὸν οἶνον τὸ νηπενθὲς
5βαλοῦσαν φάρμακον (ἔδει γὰρ αὐτὸ προσενέγκασθαι χωρὶς οἴνου), οὐδὲ σέ, ὃς παρόντων μὲν ἡμῶν οὐδὲν ἐπεδείξω σπουδῆς ἄξιον, διὰ γραμμάτων δὲ ὑπολαμβά‐ νεις ἡμᾶς πείσειν, ἃ μνήμας μὲν ἂν σώζοι τῶν οὐκ ὄντων, ἀρετῆς δὲ ζώντων καὶ οὐ παρόντων οὐκ ἂν εἴη
10δηλωτικά. ταῦτά σοι γράφειν ἔσχον, ἵνα μὴ διὰ τῶν ἀψύχων ἡμῖν προσφωνῇς, ἀλλὰ παρὼν αὐτός.

18

.

1

(t)

Ἀπολήξιδι.
1 Μηνόδωρον φιλόσοφον παρεκάλεσάν με συστῆσαί σοι Μεγαρικοὶ νεανίσκοι, γελοιοτάτην σύστασιν· ὅτι
μὲν γὰρ ἄνθρωπός ἐστιν, ἐκ τῶν εἰκόνων εἴσῃ, εἰ δὲ καὶ φιλόσοφος, διὰ βίου καὶ λόγου. ὁ γὰρ καθ’ ἡμᾶς239
5σπουδαῖος δι’ ἑαυτοῦ συνίσταται.

19

.

1

(t)

Ἀναξιλάῳ.
1 Πυθαγόρας ἑαυτὸν ἔλεγεν Εὔφορβον γεγενῆσθαι τὸν Πάνθου, ἐγὼ δὲ νέον ἐμαυτὸν ἐπέγνων Ἀγαμέμνονα· σκῆπτρόν τε γάρ ἐστί μου τὸ βάκτρον καὶ χλαμὺς ὁ διπλοῦς τρίβων, ἡ δὲ πήρα παρὰ δέρματος ἀλλαγὴν
5ἀσπίς. εἰ δὲ μὴ καρηκομόω, ** νέος ἦν ὁ Ἀγαμέμνων, γέρων δ’ ἂν γενόμενος ἐψιλοκόρρησε. τοιαῦτα γὰρ ἄξιον καὶ φρονεῖν καὶ λέγειν πρὸς τὸν «αὐτὸς ἔφα» λέγοντα.

20

.

1

(t)

Μελησίππῳ.
1 Ἤκουόν σε λελυπῆσθαι ὅτι τὰ Ἀθηναίων τέκνα πληγὰς ἡμῖν ἐνέτεινε μεθύοντα, καὶ δεινὰ πάσχειν, εἰ σοφία πεπαρῴνηται. εὖ δ’ ἴσθι ὅτι τὸ Διογένους μὲν ἐπλήγη σῶμα ὑπὸ τῶν μεθυόντων, ἀρετὴ δὲ οὐκ
5ᾐσχύνθη, ἐπεὶ μήτε κοσμεῖσθαι πέφυκεν ὑπὸ φαύλων μήτε αἰσχύνεσθαι. Διογένης μὲν δὴ οὐχ ὑβρίσθη, κακῶς δ’ ἔπαθεν ὁ Ἀθηναίων δῆμος, ἐν ᾧ τινὲς ἔδοξαν ἀρετῆς ὑπεριδεῖν. διὰ γοῦν τὴν ἑνὸς ἀφροσύνην κατὰ δήμους ἀφραίνοντες ἀπόλλυνται, βουλευόμενοι τὰ μὴ
10προσήκοντα καὶ στρατευόμενοι δέον ἠρεμεῖν. εἰ δὲ τὴν ἀρχὴν τὴν ἀπόνοιαν ἔστησαν, οὐκ ἂν ἐπὶ ταῦτα ἐχώρουν.

21

.

1

(t)

Ἀμυνάνδρῳ.
1 Γονεῦσι χάριτας οὐχ ἑκτέον οὔτε τοῦ γενέσθαι, ἐπεὶ φύσει γέγονε τὰ ὄντα, οὔτε τῆς ποιότητος· ἡ γὰρ τῶν στοιχείων σύγκρασις αἰτία ταύτης. καὶ μὴν καὶ τῶν κατὰ προαίρεσιν ἢ βούλησιν οὐδεμία χάρις· ἡ γὰρ γέ‐
5νεσις ἀφροδισίων ἐστὶ παρακολούθημα, ἅπερ ἡδονῆς ἕνεκεν, οὐ γενέσεως ἐπιτηδεύεται. ταύτας τὰς φωνὰς ὁ τῆς ἀπαθείας προφήτης ἐγὼ ἀποφθέγγομαι ἐναντίας τῷ τετυφωμένῳ βίῳ. εἰ δέ τισιν εἶναι φαίνονται σκλη‐ ρότεραι, φύσις αὐτὰς σὺν ἀληθείᾳ βεβαιοῖ καὶ ὁ βίος
10ὁ τῶν μὴ κατὰ τῦφον, ἀλλὰ κατ’ ἀρετὴν βιούντων.

22

.

1

(t)

Ἀγησιλάῳ.
1 Ἐμοὶ τὸ μὲν ζῆν οὕτως ἐστὶν ἀβέβαιον, ὡς μὴ πιστεύεσθαι παραμενεῖν ἕως τὴν ἐπιστολήν σοι γράψω· πήρα δὲ ἱκανὸν αὐτοῦ ταμιεῖον, τὰ δὲ τῶν νομιζομέ‐ νων θεῶν μείζονα ἢ κατ’ ἀνθρώπους. ἓν δὲ μόνον
5ἐμαυτῷ βέβαιον σύνοιδα, τὴν μετὰ τὴν γένεσιν φθο‐ ράν. Ταῦτ’ ἐπιστάμενος αὐτός τε τὰς κενὰς ἐλπίδας ἱπταμένας περὶ τὸ σωμάτιον ἀποφυσῶ, καὶ σοὶ παραγ‐ γέλλω μὴ πλέον ἀνθρώπου φρονεῖν.

23

.

1

(t)

Λακύδᾳ.
1Εὐαγγελίζῃ μοι βασιλέα Μακεδόνων σπουδάζειν
περὶ τὴν θέαν ἡμῶν, εὖ δὲ ἐποίησας προσθεὶς τῷ βα‐ σιλεῖ τοὺς Μακεδόνας· τὰ γὰρ ἡμέτερα ᾔδεις ἀβασί‐ λευτα. ἰδεῖν δὲ τὸν ἐμὸν τύπον μηδεὶς ὡς ξένον βου‐240
5λέσθω· εἰ δὲ μεταλαβεὶν Ἀλέξανδρος βίου καὶ λόγων βούλεται, λέγε αὐτῷ, ὅτι ὅσον ἐξ Ἀθηνῶν εἰς Μα‐ κεδονίαν, τοσοῦτον καὶ ἐκ Μακεδονίας εἰς Ἀθήνας.

24

.

1

(t)

Ἀλεξάνδρῳ.
1 Εἰ θέλεις καλὸς κἀγαθὸς γενέσθαι, ἀπορρίψας ὃ ἔχεις ἐπὶ τῆς κεφαλῆς ῥάκος παραγενοῦ πρὸς ἡμᾶς. ἀλλ’ οὐ μὴ δυνηθῇς κρατῇ γὰρ ὑπὸ τῶν Ἡφαιστίωνος μηρῶν.

25

.

1

(t)

Ἵππωνι.
1 Παρεκάλεις με ἐπιστεῖλαί σοι, ὅ τι ποτὲ ἔγνωκα περὶ θανάτου καὶ ταφῆς, ὡς οὐκ ἂν τέλειος φιλόσοφος γενόμενος, εἰ μὴ καὶ τὰ μετὰ τὸ ζῆν παρ’ ἡμῶν μά‐ θοις. ἐγὼ δ’ ἱκανὸν ἡγοῦμαι τὸ κατ’ ἀρετὴν καὶ
5φύσιν ζῆσαι καὶ τοῦτ’ ἐφ’ ἡμῖν εἶναι. ὥσπερ δὲ τὰ πρὸ τῆς γενέσεως παρακεχώρηται τῇ φύσει, οὕτω καὶ τὰ μετὰ τὸ ζῆν ἐπιτρεπτέα ταύτῃ· αὐτὴ γὰρ ὡς ἐγέν‐ νησε, καὶ διαλύσει. μηδὲν δὲ εὐλαβηθῇς ὅπως ποτὲ ἀναίσθητος ὦ. ἐγὼ γοῦν ἔγνωκα ἀποπνεύσαντί μοι
10παρατεθῆναι τὸ βάκτρον, ἵνα τὰ δοκοῦντά με λυμαί‐ νεσθαι ζῷα ἀπελαύνοιμι.

26

.

1

(t)

Τῷ αὐτῷ.
1 Μέμνησο ὅτι τῆς πενίας τὴν ἀρχὴν ἔδωκά σοι διὰ βίου, καὶ πειρῶ μήτε αὐτὸς ταύτην ἀποθέσθαι μήτε ὑπ’ ἄλλου ἀφαιρεθῆναι αὐτήν· εἰκὸς γὰρ τοὺς ἐν Θή‐ βαις ἐκπεριελθεῖν σε πάλιν κακοδαιμονίζοντας. σὺ
5δὲ τὸν τρίβωνα λεοντῆν νόει, τὸ δὲ βάκτρον ῥόπαλον, τὴν δὲ πήραν γῆν καὶ θάλατταν, ἀφ’ ἧς τρέφῃ· οὕτω γὰρ ἂν Ἡράκλειον διανασταίη σοι φρόνημα καὶ πάσης τύχης κρεῖττον. ἢν δέ σοι τῶν θέρμων ἢ καὶ τῶν ἰσχάδων περιῇ, καὶ ἡμῖν πέμπε.

27

.

1

(t)

Ἀννικέριδι.
1 Λακεδαιμόνιοι καθ’ ἡμῶν ἐψηφίσαντο ὡς μὴ τῆς Σπάρτης ἐπιβαίνοιμεν. ἀλλὰ σύ γε μηδὲν εὐλαβη‐ θῇς· ὀνόματι γὰρ ἀποκέχρησαι κυνισμοῦ. ἀξιελέητοί γε μὴν οἱ μὴ νοοῦντες, ἃ δοκοῦσιν ἀσκεῖν, ὑπ’ ἐμοῦ
5μόνου κατορθοῦσθαι. βίου τε γὰρ λιτότητα οὐκ οἶδ’ εἴ τις ἐμοῦ μᾶλλον ἤσκησεν· ὑπομονήν τε τῶν δεινῶν τίς ἂν καυχήσαιτο Διογένους παρόντος; ἀκόλουθα γοῦν καὶ ταῦτα τούτοις· ἀτείχιστον δοκοῦντες δι’ ἀνδρείαν οἰκεῖν τὴν Σπάρτην ἀφύλακτον τὴν ψυχὴν τοῖς πάθεσιν
10ἐκδεδώκασι, μηδένα κατ’ αὐτῶν βοηθὸν ἐπιστήσαντες. φοβεροὶ οὖν τοῖς ὁμόροις φανέντες ὑπὸ τῶν ἐν αὐτοῖς νοσημάτων πολεμοῦνται. ἐξελαυνέτωσαν οὖν ἀρε‐ τήν, ὑφ’ ἧς μόνης δύναιντ’ ἂν ἐρρῶσθαι καὶ τῶν νοση‐ μάτων ἀπηλλάχθαι.

28

.

1

Διογένης ὁ κύων τοῖς καλουμένοις Ἕλλησιν οἰμῴ‐ ζειν. Ὑπάρχει δὲ τοῦθ’ ὑμῖν, κἂν ἐγὼ μὴ λέγω· ὄντες γὰρ ταῖς μὲν ὄψεσιν ἄνθρωποι, ταῖς δὲ ψυχαῖς πίθη‐ κοι, προσποιεῖσθε μὲν πάντα, γινώσκετε δὲ οὐδέν· τοι‐241
5γάρτοι τιμωρεῖται ὑμᾶς ἡ φύσις· νόμους γὰρ ὑμῖν αὐ‐ τοῖς μηχανησάμενοι μέγιστον καὶ πλεῖστον τῦφον ἐξ αὐτῶν διεκληρώσασθε, μάρτυρας τῆς ἐμπεφυσιωμένης κακίας λαβόντες. καὶ οὐδέποτε ἐν εἰρήνῃ, ἀλλ’ ἐν πο‐ λέμῳ τὸν ὅλον βίον καταγηρᾶτε, κακοὶ κακῶν ἐπιτήδειοι
10ὄντες, καὶ ἀλλήλοις φθονοῦντες, ἐὰν μικρῷ μαλακώτερον ἱμάτιον ἄλλον ἴδητε ἔχοντα ἢ κερμάτιον μικρῷ πλέον ἢ ἐν λόγῳ δριμύτερον ἢ μᾶλλον πεπαιδευμένον.

28

.

2

οὐδὲν γὰρ διακρίνετε ὑγιεῖ λόγῳ, ἀλλ’ εἰς εἰκότα καὶ πιθανὰ καὶ ἔνδοξα κατολισθάνοντες πάντα μὲν αἰτιᾶσθε, οὐδὲν δὲ οἴδατε, οὔθ’ οἱ πρόγονοι ὑμῶν οὔθ’ ὑμεῖς, ἀλλὰ ὑπὸ
5ἀγνοίας καὶ ἀφροσύνης καταμωκώμενοι στρεβλοῦσθε, καλῶς ποιοῦντες. μισεῖ δ’ ὑμᾶς οὐ μόνον ὁ κύων, ἀλλὰ καὶ ἡ φύσις αὐτή· μικρὰ μὲν γὰρ εὐφραίνεσθε, πολλὰ δὲ λυπεῖσθε καὶ πρὸ τοῦ γῆμαι καὶ γήμαντες, ὅτι γε ἐγήματε ὄντες ἐξώλεις καὶ δυσάρεστοι. ὅσους δὲ
10καὶ οἵους ἄνδρας ἀπεκτείνατε, τοὺς μὲν ἐν πολέμῳ πλεονέκται ὄντες, τοὺς δὲ ἐν τῇ καλουμένῃ εἰρήνῃ αἰτίαν ἐπενεγκόντες.

28

.

3

οὔκουν πολλοὶ μὲν ἐπὶ τῶν σταυρῶν κρέμανται, πολλοὶ δὲ ὑπὸ τοῦ δημίου ἀπε‐ σφαγμένοι, ἕτεροι δὲ φάρμακον πιόντες δημοσίᾳ, οἳ δ’ ἐπὶ τοῦ τροχοῦ, δηλονότι ἄδικοι δόξαντες εἶναι; πό‐
5τερον οὖν ἐπιχειρητέον, ὦ κακαὶ κεφαλαί, παιδεῦσαι τούτους ἢ ἀποκτεῖναι; νεκρῶν μὲν γὰρ ἡμῖν οὐδεμία δήπου χρεία, εἰ μὴ ὥσπερ ἱερείων σάρκας ἐσθίειν μέλ‐ λομεν, ἀνδρῶν δὲ ἀγαθῶν πάντως ἐστὶ χρεία, ὦ κακαὶ κεφαλαί. ἀγραμμάτους μὲν καὶ ἀμούσους παιδεύετε
10γράμματα τὰ καλούμενα μουσικά, ἵνα ὑπάρχωσιν ὑμῖν, ὅταν ποτὲ χρεία ᾖ τούτων, ἄνδρας δὲ ἀδίκους διὰ τί οὐ παιδεύσαντες χρῆσθε τούτοις, ὁπόταν ᾖ χρεία δικαίων; ἐπεὶ καὶ ἀδίκων χρείαν ἔχετε, ὅταν βούλησθε ὑφελέ‐ σθαι πόλιν ἢ στρατόπεδον;

28

.

4

καὶ οὔπω μέγα τοῦτο ὅταν μετὰ βίας πράττητε τὰ καλά, καὶ τὰ κρείσσονα λεηλατούμενα πάρεστιν ὁρᾶν, καὶ οἷς μὲν ἄν, ὦ κακαὶ κεφαλαί, ἐπιχειρήσητε, τούτους ἀδικεῖτε, καίτοι αὐτοὶ
5μείζονος τιμωρίας ἄξιοι ὄντες. ἔν τε τοῖς γυμνασίοις, ὅταν ᾖ τὰ καλούμενα Ἕρμαια ἢ Παναθήναια, καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἐσθίετε καὶ πίνετε, μεθύετε, περαίνετε, γυναικοπαθεῖτε. εἶτ’ ἐνασεβεῖτε ὑμεῖς ἔτι καὶ κρύφα καὶ φανερῶς ποιεῖτε ταῦτα. οὐδὲν μὲν μέλει τῷ κυνί,
10ὑμῖν δὲ πάντα ταῦτα ἐπιμελῆ ἐστιν.

28

.

5

καὶ ὅπου κύνας εἴργετε βίου φυσικοῦ καὶ ἀληθοῦς, πῶς εἰς αὐ‐ τοὺς οὐκ ἂν πλημμελήσαιτε; κἀγὼ μὲν ὁ κύων τῷ λόγῳ, ἡ δὲ φύσις τῷ ἔργῳ ὁμοίως πάντας ὑμᾶς τιμω‐
5ρεῖται· ὁμοίως γὰρ πᾶσιν ὑμῖν θάνατος ἐπικρέμαται, ὃν ὑμεῖς φοβεῖσθε. καὶ πολλάκις εἶδον πτωχοὺς ὑγιαί‐ νοντας δι’ ἔνδειαν, πλουσίους δὲ νοσοῦντας δι’ ἀκρα‐ σίαν τῆς δυστυχοῦς γαστρὸς καὶ πόσθης· χαρισάμε‐ νοι γὰρ τούτοις ὀλίγον ἐγαργαλίσθητε χρόνον ὑφ’ ἡδο‐
10νῆς μεγάλας καὶ ἰσχυρὰς ἐναποδεικνυμένης ἀλγηδόνας.

28

.

6

καὶ οὐδὲν ὠφελήσει ὑμᾶς οὔτε οἰκία οὔτε τὰ ἐν αὐτῇ κιονόκρανα, ἀλλ’ ἐν ταῖς χρυσαῖς καὶ ἀργυραῖς κλίναις κατακείμενοι στρεβλοῦσθε καλῶς ποιοῦντες, οὐδ’ ἰσχυ‐ ροποιεῖσθαι δύνασθε, ἵνα τὰ τῶν ἀγαθῶν λείψανα μετὰ242
5τῶν λαχάνων καταφάγητε κακοὶ κακῶν ἐπιτήδειοι ὄν‐ τες. ἀλλ’ εἰ νοῦν ἔχετε, ὥσπερ οὐκ ἔχετε, ἐὰν μεθύητε, Σωκράτει τε τῷ σοφῷ πεισθέντες κἀμοὶ κοινῇ βουλῇ συνελθόντες ἡβηδὸν σύμπαντες ἢ σωφρονεῖν μάθετε ἢ ἀπάγξασθε· οὐ γὰρ δυνατὸν εἶναι ἄλλως ἐν τῷ ζῆν, εἰ
10μὴ θέλετε ὥσπερ ἐν συμποσίῳ, ἕως ἂν ὑπερπιόντες καὶ ὑπερμεθυσθέντες ὑπὸ ἰλίγγων καὶ στρόφων συνε‐ χόμενοι ὑφ’ ἑτέρων ἄγησθε καὶ μὴ αὐτοὶ δύνησθε σω‐ θῆναι.

28

.

7

σπαταλῶσι δ’ ὑμῖν καὶ ἐνθυμουμένοις, ὅσα γε τὰ ἀγαθὰ ὧν δεσπόται λέγεσθε εἶναι, ἔρχονται οἱ κοινοὶ δήμιοι, οὓς ὑμεῖς καλεῖτε ἰατρούς, οἷς ἃ ἂν ἐπὶ τὴν γαστέρα ἐπέλθῃ, ταῦτα λέγουσι καὶ πράττουσιν.
5οὗτοι δὲ καλῶς ποιοῦντες τέμνουσι καὶ κάουσι καὶ δε‐ σμεύουσι φάρμακά τε διδόασι καὶ ἔσω καὶ ἔξω τοῦ σώμα‐ τος. κἂν ὑγιασθῆτε, οὐδὲ τοῖς καλουμένοις ἰατροῖς χάριν ἔχετε, ἀλλὰ τοῖς θεοῖς φατὲ δεῖν ἔχειν χάριν· ἐὰν δὲ μή, τοῖς ἰατροῖς ἐγκαλεῖτε. πλεῖον δ’ ἔμοιγε πάρεστι τὸ
10εὐφραίνεσθαι τοῦ λυπεῖσθαι καὶ τὸ εἰδέναι τοῦ ἀγνοεῖν·

28

.

8

διετέλεσα γὰρ ἐντυγχάνων Ἀντισθένει τῷ σοφῷ, ὃς μόνοις τοῖς εἰδόσιν αὐτὸν διεῖλε καὶ τοῖς ἀλλοτρίοις τοῖς οὐκ εἰδόσι φύσιν, λόγον, ἀλήθειαν παρεξέβη, οὐδὲν φροντίσας κνωδάλων νηπίων μὴ ἐπισταμένων, ὡς εἴ‐
5ρηται ἐν ἐπιστολῇ, λόγους κυνός. βαρβάροις δὲ οὖσιν οἰμῴζειν λέγω, ἕως ἂν ἑλληνιστὶ μαθόντες Ἕλληνες ἀληθινοὶ γένησθε· νῦν μὲν γὰρ πολὺ χαριέστεροί εἰσιν οἱ καλούμενοι βάρβαροι καὶ τόπῳ ἐν ᾧ εἰσὶ καὶ τρό‐ πῳ, καὶ οἱ μὲν καλούμενοι Ἕλληνες στρατεύουσιν ἐπὶ
10τοὺς βαρβάρους, οἱ δὲ βάρβαροι διαφυλάττειν οἴονται δεῖν τὴν ἑαυτῶν, πάντες ὄντες αὐτάρκεις. ὑμῖν δὲ ἱκα‐ νὸν οὐδέν· καὶ γὰρ φιλόδοξοι καὶ ἄλογοι καὶ ἀχρήστως τρεφόμενοί ἐστε.

29

.

1

(t)

Διονυσίῳ.
1 Ἐπειδὴ δέδοκταί σοι ἐπιμέλειαν ποιήσασθαι σεαυ‐ τοῦ, πέμψω σοι ἄνθρωπον οὐδὲν μὰ Δία Ἀριστίππῳ καὶ Πλάτωνι ὅμοιον, ἀλλ’ ἕνα τῶν Ἀθήνησι παιδαγω‐ γῶν ἐξ ὧν ἔχω, δριμύτατα μὲν βλέποντα, ὀξύτατα
5δὲ βαδίζοντα, σκύτος δὲ ἀλγεινότατον φέροντα, ὅς σε μὰ Δία ἐπιτρέψει τὸ μὴ καθ’ ὥραν ἀναπαύεσθαι καὶ πρωὶ ἐγείρεσθαι, παύσας φόβων καὶ δειμάτων, ἐν οἷς ὢν οἴει τι μᾶλλον διὰ τοὺς δορυφόρους ἢ τῆς ἀκροπό‐ λεως τὴν εὐερκίαν ἀποστήσεσθαι αὐτῶν, δι’ ὧν μόνων
10ἀεὶ πάρεστι καὶ σοὶ δὲ ὅσῳ μᾶλλον καὶ πλείω καὶ μείζω τοιαῦτα κατασκευάζῃ, πλείους καὶ μείζους ἀπορίαι καὶ δείματα τῆς ψυχῆς ἀποβαίνουσι.

29

.

2

πάντα οὖν ταῦτα περιαιρήσεται καὶ θάρσος ἐμποιήσας ἀποστήσει τῆς μαλακίας· τί γὰρ ὄφελος ἀνδρὸς μὴ ἐλευθέρου; ἔστι δέ τοι αὐτὸ τοῦτο ἡ δουλεία, οἷς μετὰ δέους ὁ βίος
5παρεσκεύασται. ἕως μὲν οὖν ταύτας σὺ τὰς συνου‐
σίας ἔχῃς, οὐκ ἀνήσει σε τούτων τι τῶν κακῶν· ἐὰν δὲ τὸν ἐξωμέα λάβῃς, ὅς σου τὰς πλευρὰς ἀποκαθαρεῖ καὶ παύσει δείπνων μαγειρικῶν, ἐν ὁποίοις δὲ καὶ αὐτὸς διαιτᾶται τρόποις καταστήσει σε, σωθήσῃ, ὦ243
10δείλαιε.

29

.

3

νυνὶ δὲ τοιούτους ηὕρηκας ἀνθρώπους, οἳ ἂν μάλιστά σε διαλυμαίνοιντο καὶ διαφθείροιεν· οὐ γὰρ ὅπως ἀγαθόν τι παρασκευάσωσί σοι, ἀλλ’ ὅπως δειπνήσωσί τι σκοποῦσι καὶ ὅ τι κερδανοῦσι ζητοῦσιν,
5οὐδὲν ἀφαιρούμενοί σου τῶν ὑπαρχόντων κακῶν, ἀλλὰ τῶν ὄντων ἀφαιρούμενοι καὶ προσκαταλύοντες τῶν οἰκείων ἐθῶν. καὶ οὕτως ἀναίσθητος εἶ, ὃς οὐδὲ ἐκεῖνο ἀκούεις οὕτως ἐν μέσῳ καὶ πανταχοῦ τῆς Ἑλ‐ λάδος λεγόμενον,
10ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ μαθήσεαι, ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

29

.

4

ὧν σοι οὐδὲν βαρύτερόν ἐστιν, ὦ δείλαιε, τῶν πα‐ τρῴων καὶ τυραννικῶν τρόπων, οὐδέ ἐστιν ὅ τι σε ἀεὶ ἄλλο μᾶλλον ἀπόλλυσιν. ἀλλ’ οὐδὲ ἄνθρωπον δύνῃ ἐξευρεῖν ἐπὶ τοῦτο, ὅστις σε ἀποστήσει ὥσπερ τῆς ἱε‐
5ρᾶς νόσου καλουμένης τῆς τυραννίδος· ἅπαντα γὰρ ποιεῖς, ὅσα ἄνθρωπος μαινόμενος ποιεῖ, μόνου δὲ ἀποστὰς τούτου σωθείης ἄν. ἀλλ’ οὔτε οἱ συνόντες ὁρῶ‐ σιν ὅσον τὸ κακὸν ἔχεις, οὔτε αὐτὸς αἰσθάνῃ, οὕτως ἐκ πολλοῦ τέ σου καὶ σφόδρα ἧπται ἡ νόσος. σκύτους
10οὖν δεῖ σοι καὶ δεσπότου, οὐχ ὅς σε θαυμάσει καὶ κο‐ λακεύσει· ὡς ὑπό γε τοιούτου ἀνθρώπου πῶς ἄν τίς ποτε ὠφεληθείη, ἢ πῶς ὁ τοιοῦτος ὠφελήσειέ τινα; εἰ μὴ ὥσπερ ἵππον ἢ βοῦν κολάζοι τε ἅμα καὶ σωφρο‐ νίζοι, φροντίζοι τε τῶν δεόντων.

29

.

5

ἀλλὰ σύ γε πόρρω ἥκεις διαφθορᾶς. οὐκοῦν ἀναγκαῖον τομάς τε καὶ καύσεις καὶ φαρμακείας ποιεῖσθαι. σὺ δὲ ὥσπερ τὰ παιδία πάππους τινὰς καὶ τίτθας εἰσηγάγου, καί σοί
5φασι «δέξαι, τέκνον, ἔγχεαι, εἴ τί με φιλεῖς, μικρὸν ἔτι μόνον τουτὶ πρόσφαγε.» εἰ οὖν σοι ἅπαντες καὶ πᾶσαι συνελθόντες κατηρῶντο, οὐκ ἂν συμφορώτερα τῇ νόσῳ ἐποίεις. ἀλλὰ τί; οὐ γὰρ μήποτε σὺ ἐθελήσεις τὰ θρῖα τῶν σύκων ἐπιτρώγειν, ἀλλ’ ὥσπερ πρόβατον
10οὐκ ἂν ἀποσταίης τῶν ὡρίμων, οὐκ ἔστιν οὖν σοι οὔτε χαίρειν οὔτε ἐρρῶσθαι, ὦ φίλτατε.

30

.

1

(t)

Ἱκέτῃ.
1 Ἧκον, ὦ πάτερ, Ἀθήναζε, καὶ πυθόμενος τὸν Σω‐ κράτους ἑταῖρον εὐδαιμονίαν διδάσκειν, εἰσῆλθον παρ’ αὐτόν. ὃ δὲ ἐτύγχανε τότε σχολάζων περὶ ταῖν ὁδοῖν ταῖν φερούσαιν **, ἔλεγε δὲ αὐτὰς εἶναι δύο καὶ οὐ πολ‐
5λάς, καὶ τὴν μὲν σύντομον, τὴν δὲ πολλήν· ἐξεῖναι οὖν ἑκάστῳ ὁποτέραν βούλοιτο βαδίζειν. κἀγὼ ταῦτα ἀκούσας τότε μὲν κατεσίγησα, τῇ δὲ ἑξῆς, ἐπειδὴ πάλιν εἰσιόντων ἡμῶν παρ’ αὐτὸν περὶ ταῖν ὁδοῖν πα‐ ρεκάλεσα αὐτὸν ἐπιδεῖξαι ἡμῖν, καὶ ὃς μάλ’ ἑτοίμως
10ἀπαναστὰς τῶν θάκων ἦγεν ἡμᾶς εἰς ἄστυ καὶ δι’ αὐ‐ τοῦ εὐθὺς εἰς τὴν ἀκρόπολιν.

30

.

2

καὶ ἐπεὶ ἀγχοῦ ἐγε‐ νόμεθα, ἐπιδείκνυσιν ἡμῖν δύο τινὲ ὁδὼ ἀναφερούσα,
τὴν μὲν ὀλίγην προσάντη τε καὶ δύσκολον, τὴν δὲ πολλὴν λείαν τε καὶ ῥᾳδίαν καθιστάς. ἅμα γάρ «αἱ μὲν244
5εἰς τὴν ἀκρόπολιν» εἶπε «φέρουσαι ὁδοί εἰσιν αὗται, αἱ δὲ ἐπὶ τὴν εὐδαιμονίαν τοιαῦται· αἱρεῖσθε δὲ ἕκα‐ στος ἣν ἐθέλετε, ξεναγήσω δ’ ἐγώ.» τότε οἱ μὲν ἄλλοι τῆς ὁδοῦ τὸ δύσκολον καὶ πρόσαντες καταπλαγέντες ὑποκατεκλίνησαν καὶ τὴν μακρὰν καὶ λείαν παρεκά‐
10λουν αὐτὸν διάγειν, ἐγὼ δὲ κρείττων γενόμενος τῶν χαλεπῶν τὴν προσάντη καὶ δύσκολον· ἐπὶ γὰρ εὐδαι‐ μονίαν ἐπειγομένῳ κἂν διὰ πυρὸς ἢ ξιφῶν βαδιστέον εἶναι.

30

.

3

ἐπεὶ δὲ ταύτην εἱλόμην τὴν ὁδόν, ἀφαι‐ ρεῖταί μου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα καὶ περιβάλλει μοι τρίβωνα διπλοῦν καὶ ἀποκρήμνησί μου τοῦ ὤμου πήραν, ἐμβαλὼν εἰς αὐτὴν ἄρτον καὶ τρίμμα καὶ πο‐
5τήριον καὶ τρυβλίον, ἔξωθεν δὲ αὐτῇ παρήρτησε λήκυ‐ θον καὶ στλεγγίδα, δίδωσι δέ μοι καὶ βακτηρίαν. καὶ ἐγὼ τούτοις ἐκοσμήθην, ἠρόμην δὲ αὐτόν, διὰ τί με τρίβωνα περιέβαλε διπλοῦν. ὃ δὲ ἔφη «ἵνα σε πρὸς ἄμφω συνασκήσω, καὶ καῦμα τὸ ἀπὸ θερείας καὶ ψῦ‐
10χος τὸ ἀπὸ χειμῶνος.» «τί γάρ» ἔφην, «ὁ ἁπλοῦς τοῦτο οὐκ ἐποίει;»

30

.

4

«οὐ μὲν οὖν» εἶπεν, «ἀλλὰ θέρους μὲν ῥᾳστώνην, χειμῶνος δὲ πλείονα ἢ κατ’ ἄν‐ θρωπον ταλαιπωρίαν.» «τὴν δὲ πήραν διὰ τί μοι περιτέθεικας;» «ἵνα πάντῃ τὴν οἰκίαν» εἶπε «περι‐
5φέρῃς.» «τὸ δὲ ποτήριον καὶ τὸ τρυβλίον διὰ τί ἐνέ‐ βαλες;» «ὅτι δεῖ σε» εἶπε «καὶ πίνειν καὶ ὄψῳ χρῆ‐ σθαι, ὄψῳ ἑτέρῳ» ἔφη, «κάρδαμον μὴ ἔχοντα.» «τὴν δὲ λήκυθον καὶ τὴν στλεγγίδα πρὸς τί ἀπήρτησας;» «τὴν μὲν ἀρωγόν» ἔφη «πόνων, τὴν δὲ γλοίου.» «ἡ
10δὲ βακτηρία πρὸς τί;» ἔφην. «πρὸς τὴν ἀσφά‐ λειαν» εἶπε. «ποίαν τήνδε;» «πρὸς ἣν οἱ θεοὶ αὐτῇ ἐχρήσαντο, πρὸς τοὺς ποιητάς.»

31

.

1

(t)

Φαινύλῳ.
1 Ἀνέβαινον Ὀλυμπίαζε μετὰ τὸν ἀγῶνα, τῇ δ’ ὑστεραίᾳ κατὰ τὴν ὁδὸν ὑπήντησέ μοι Κίκερμος ὁ παγκρατιαστής, κατεστεμμένος τῷ Ὀλυμπιακῷ στε‐ φάνῳ, καὶ σὺν αὐτῷ τῶν οἰκείων πολὺς ὅμιλος πο‐
5ρευόμενος οἴκαδε. κἀγώ, ὡς πλησίον ἐγένετό μου, λαβόμενος αὐτὸν τῆς χειρός «ἔκστηθι» εἶπον, «ὦ ἄθλιε, τῆς ταλαιπωρίας καὶ λῆξον τοῦ τύφου, ὅς σε Ὀλυμ‐ πίαζε ἀναβάντα ἀνεπίγνωστον τοῖς γονεῦσιν ἀπάγει. καὶ φράσον ἐπὶ τίνι δὴ μέγα φρονῶν κατέστεψαι μέν»
10ἔφην «τῷδε τῷ στεφάνῳ τὴν κεφαλήν, φοίνικα δὲ διὰ τῶν χειρῶν φέρεις, ὄχλον δὲ τοσοῦτον ἐπισύρῃ.»

31

.

2

καὶ ὃς ἀπεκρίνατο «ἐπὶ τῷ νενικηκέναι παγκράτιον τοὺς ἐν Ὀλυμπίᾳ πάντας.» «ὦ τοῦ θαύματος» ἔφην, «καὶ τὸν Δία καὶ τὸν ἀδελφόν;» «οὐ μὲν οὖν» ἔφη. «ἀλλὰ τοὺς καθ’ ἕνα προκαλούμενος;» «οὐ
5γάρ» εἶπεν. «ἄλλους ἄρα δήπουθεν καὶ ἄλλους κλη‐ ρωσάμενος ἐπαγκρατίασας;» «πάνυ γε.» «εἶτα πῶς τοὺς ὑπ’ ἄλλων ἐκβληθέντας ἐτόλμησας λέγειν αὐτὸς νενικηκέναι; τί δαί; ἄνδρες ἦσαν μόνον οἱ παγ‐ κρατιάζοντες Ὀλυμπίασι;» «καὶ παῖδες» εἶπεν.
10«καὶ τούτους ἐνίκησας ἀνδρισάμενος;» οὐκ ἔφη· «οὐ γὰρ ἦσαν ἐκ τοῦ ἐμοῦ κλήρου.» «τί γάρ, σὺ τοὺς ἐκ τοῦ ἰδίου κλήρου πάντας ἐνίκησας;» «πάνυ γε.» «λέγε μοι» ἔφην, «οὐχ ὁ σὸς κλῆρος ὁ τῶν τελείων ἦν;» «τῶν τελείων «εἶπεν. «Κίκερμος δὲ245
15ποῖον κλῆρον ἠγωνίζετο;» «ἐμὲ λέγεις; τῶν τελείων» εἶπεν. «ἆρ’ οὖν Κίκερμον ἐνίκησας;» «οὐ μὲν οὖν» εἶπεν.

31

.

3

«εἶτα σὺ μήτε τοὺς παῖδας νενικηκὼς μήτε τοὺς τελείους πάντας τολμᾷς λέγειν νενικηκέναι; τίνας δ’ εἶχες» ἔφην «τοὺς ἀντιπάλους;» «ἄνδρας» εἶπεν «ἐπιφανεῖς τῶν ἐκ τῆς Ἑλλάδος καὶ Ἀσίας.» «ἆρα
5κρείττονας σαυτοῦ ἢ ἴσους ἢ χείρονας;» «κρείττονας.» «κρείττονας λέγεις τοὺς ἡττηθέντας ὑπὸ σοῦ;» «ἴσους» εἶπε. «καὶ πῶς τοὺς ἴσους ἠδυνήθης ἡττῆσαι σεαυτοῦ μὴ χείρονας γενομένους;» «ἥττους» εἶπεν. «εἶτα οὐ παύσῃ ἐπὶ τῷ τοὺς ἥττονας κατηγωνίσθαι μέγα φρο‐
10νῶν; ἢ σὺ μὲν τοῦτο δύνασαι μόνος ποιῆσαι, ὁ τυ‐ χὼν δ’ οὐκ ἂν δύναιτο; τί δ’; οὐκ ἔστιν ὅστις οὐ τοὺς χείρονας ἑαυτοῦ δυνάμει ἐπικρατεῖ.

31

.

4

ἔα γοῦν ταῦτα, ὦ Κίκερμε, τὰ πολλὰ χαίρειν καὶ ἀγωνίζου μὴ παγ‐ κράτιον, μηδὲ πρὸς ἀνθρώπους, ὧν χείρων ἔσῃ μετ’ οὐ πολὺ εἰς γῆρας ἀφικόμενος, ἧκε δὲ ἐπὶ τὰ ὄντως
5καλὰ καὶ μάθε μὴ ὑπὸ ἀνθρωπίων τυπτόμενος καρτε‐ ρεῖν, ἀλλ’ ὑπὸ τῆς ψυχῆς, μηδ’ ἱμᾶσι μηδὲ πυγμαῖς, ἀλλὰ πενίᾳ, ἀλλ’ ἀδοξίᾳ, ἀλλὰ δυσγενείᾳ, ἀλλὰ φυ‐ γαδείᾳ. τούτων γὰρ ἀσκήσας καταφρονεῖν μακαρίως μὲν ζήσεις, ἀνεκτῶς δὲ ἀποθανῇ· ἐκεῖνα δὲ ζηλῶν ζή‐
10σεις ταλαιπώρως.» ταῦτά μου διεξιόντος αὐτῷ τόν τε φοίνικα εἰς τὴν γῆν κατέβαλε καὶ τὸν στέφανον τῆς κε‐ φαλῆς ἀφείλετο καὶ οἷός τε ἦν τὴν ὁδὸν ἀναλύειν.

32

.

1

(t)

Ἀριστίππῳ.
1 Ἐπυθόμην σε σχολάσαι βασκανίᾳ καθ’ ἡμῶν καὶ παρὰ τῷ τυράννῳ ὀνειδίζειν ἑκάστοτε τὴν ἐμὴν πενίαν, ὅτι ἡμᾶς ποτὲ κατέλαβες ἐπὶ τῆς κρήνης σέρεις ἀποκλύ‐ ζοντας ὄψον τῷ ἄρτῳ. ἐγὼ δὲ ἄγαμαι, πῶς, ὦ μα‐
5κάριε, τοῖς τὰ ἄξια ἐπαινοῦσι πενίαν κακίζεις, καὶ ταῦτα Σωκράτους κατακηκοώς, τοῦ τὸν αὐτὸν μὲν τρίβωνα χειμῶνος καὶ θέρους καὶ ἄλλοτε ἀμπεχομένου, τὸν αὐτὸν δὲ πρὸς τὰς γυναῖκας κοινὸν ἔχοντος, ὄψον δὲ οὐκ ἐκ τῶν κήπων φέροντος οὐδ’ ἐκ τῶν μαγειρείων,
10ἀλλ’ ἀπὸ τῶν γυμνασίων. ἀλλ’ ἔοικας ταῦτα ἐπιλε‐ λησμένῳ διὰ τὰς Σικελικὰς τραπέζας.

32

.

2

κἀγὼ οὐχ ὑπομνήσω σε πόσου ἄξιόν ἐστι πενία μάλιστα Ἀθή‐ νησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ κἀγὼ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ
5εἰς ἑτέρους· ἀπόχρη οὖν μοι μόνῳ ἐπίστασθαι ὑπὲρ αὐτοῦ), ὑπομνήσω δέ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνουσιῶν, αἵ σε εὐφραίνουσιν, ὁπότε ἐσθίων καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἃ μήποτε ἡμῖν παρείη ἀνθρώπους ἑκάστοτε τοὺς μὲν μαστι‐
10γουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυ‐
ναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ πλέονας τῶν δούλων, οὐχ ἑνὸς μόνον οὐδ’ αὐτοῦ τοῦ τυράννου, ἀλλὰ πολλῶν καὶ ἀνοσίων, καὶ πίνοντα πρὸς246
15ἀνάγκην καὶ μένοντα καὶ πορευόμενον καὶ ἀποδρᾶ‐ ναι μὴ δυνάμενον διὰ τὰς χρυσᾶς πέδας.

32

.

3

ταῦτ’ ἔγωγε ἀντ’ ἐκείνων τῶν ὀνειδῶν ὑπομιμνήσκω. ὁπόσῳ ζῶμεν σέρεις πλύνειν ἐπιστάμενοι, τὰς δὲ Διονυ‐ σίου θύρας θεραπεύειν ἀγνοοῦντες ὑμῶν, φημί, κρεῖτ‐
5τον τῶν Διονυσίῳ συμβουλευόντων καὶ ἐπιτασσόντων Σικελίᾳ πάσῃ. ἀλλ’ εἴη σοι, κἂν ὁπόσα γε λέγῃς πρὸς ἡμᾶς ἀποθαρρυνόμενος, καὶ νοεῖν καὶ μὴ στασιάζεσθαι πρὸς τὰ πάθη τὸν λόγον· καλὰ γὰρ τὰ παρὰ Διο‐ νυσίῳ μέχρι λόγου, ἐλευθερία δὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ
10φιλητιος μαζαβλωρος.

33

.

1

(t)

Φανομάχῳ.
1 Ἐκαθήμην ἐν τῷ θεάτρῳ βιβλίδια κολλῶν, ἀφικό‐ μενος δὲ Ἀλέξανδρος ὁ Φιλίππου στὰς ἐν τῷ καταντι‐ κρὺ πλησίον ἐμοῦ τὸν ἥλιον ἀφείλετό μου, κἀγὼ διὰ τὸ μηκέτι πως ὁρᾶν τὰ διασπάσματα τῶν βιβλιδίων
5ἀνέβλεψα καὶ τότε ἔγνων αὐτὸν παρόντα. ὡς δέ με καὶ αὐτός, ἐπεὶ ἀνέβλεψα, προσηγόρευσε καὶ τὴν δεξιὰν ὤρεξεν, ὡς δὲ καὶ αὐτὸν ἐγὼ διὰ τοῦτο ἀντιπροση‐ γόρευσα καὶ εἶπον τοιοῦτον. «ἀληθῶς ἀνίκητος εἶ, μειράκιον, ὅτε καὶ θεοῖς τὰ ἴσα δύνασαι· ἰδοὺ γάρ, ὅ
10φασι τὴν σελήνην τὸν ἥλιον διατιθέναι ἐν τῷ γενέσθαι αὐτῷ καταντικρύ, καὶ σὺ ταὐτὸ τοῦτο εἴργασαι, ἐπεὶ δεῦρο εἰσελθὼν ἐμοὶ παρέστης.»

33

.

2

καὶ ὁ Ἀλέ‐ ξανδρος «σκώπτεις» εἶπεν, «ὦ Διόγενες.» «τί τοῦτ’» ἔφην «λέγεις; οὐ γὰρ ἔστιν ὁρᾶν σοι ὅτι τοῦ ἔργου μὲν ἀπολείπομαι διὰ τὸ μὴ βλέπειν ὥσπερ ἐν νυκτί;
5διαφέρον δ’ οὐδέν μοι τὰ νῦν σοι προσδιαλέγεσθαι, διαλέγομαι.» «οὐδέν» εἶπε «σοὶ διαφέρει Ἀλέξαν‐ δρος ὁ βασιλεύς;» «οὐδ’ ὅσον» ἔφην· «πολεμεῖται γὰρ τῶν ἐμῶν οὐδέν, οὐδὲ καθαρπάζεται, καθάπερ τὰ Μακεδόνων καὶ τὰ Λακεδαιμονίων ἤ τινων ἄλλων, ἐν
10οἷς ἑκάστῳ χρεία βασιλέως.» «διὰ μέντοι πε‐ νίαν» ἔφη «διαφέρω σου.» «ποίαν» ἔφην «πενίαν;» «τὴν σὴν πενίαν» εἶπε, «δι’ ἥνπερ οὕτως εἶ μεταί‐ της ἐνδέων πάντων.»

33

.

3

«οὔτοι» ἔφην «τοῦτ’ ἐστὶ πενία τὸ μὴ ἔχειν χρήματα, οὐδὲ κακὸν τὸ μεταιτεῖν, ἀλλὰ τὸ ἐπιθυμεῖν πάντων, ὅπερ ἐστὶν ἐν ὑμῖν, καὶ τὸ βίᾳ. διὰ τοῦτο τῇ μὲν ἐμῇ πενίᾳ κρῆναί τε καὶ
5γῆ εἰσιν ἐπίκουροι, ναὶ μὴν καὶ τὰ σπήλαια καὶ τὰ νάκη, καὶ πολεμεῖται μὲν διὰ ταύτην οὐδὲ εἷς οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ, ἀλλ’ ὡς ἐγεννήθημεν, ἴσθι, καὶ ζῶμεν· τῇ δὲ ὑμετέρᾳ τάξει οὔτε γῆ εὑρίσκεται ἐπί‐ κουρος οὔτε θάλαττα,

33

.

4

ἀλλὰ δὴ ταῦτα μὲν ὡς ** ὄντα παραλείπεται, ἀναβαίνετε δὲ ἐπὶ τὸν οὐρανὸν καὶ οὐδὲ Ὁμήρῳ πείθεσθε τούτων μὴ ἐπιθυμεῖν τῷ εἰς σωφροσύνην τὰ τῶν Ἀλωειδῶν πάθη ἀναγράψαντι.»
5ταῦτ’ ἐμοῦ πολλῷ παραστήματι διεξερχομένου πολλή τις αἰδὼς τὸν Ἀλέξανδρον εἰσῆλθε, καὶ ἀποκλίνας πρὸς ἕνα τῶν ἑταίρων εἶπεν «ἀλλ’ εἰ μὴ ἔφθην Ἀλέ‐
ξανδρος γενέσθαι, Διογένης ἂν ἐγενόμην.» καὶ ἐξανα‐ στήσας με ἀπῆγεν σὺν ἑαυτῷ, παρακαλῶν συστρατεύε‐247
10σθαι, καὶ μόλις ἀφῆκεν.

34

.

1

(t)

Ὀλυμπιάδι.
1 Μὴ ἀνιῶ πρὸς τοὺς συνήθεις, Ὀλυμπιάς, ὑπὲρ ἐμοῦ, ὅτι τρίβωνα ἀμπέχομαι καὶ ἄλφιτα ἐπιπωλού‐ μενος ἀνθρώπους μεταιτῶ· οὐ γάρ ἐστι ταῦτα αἰσχρὰ οὐδ’ ἐλευθέροις, ὡς φής, ὕποπτα, καλὰ δὲ καὶ οἷα
5ὅπλα εἶναι κατὰ δοξῶν τῶν πολεμουσῶν τῷ βίῳ. κἀγὼ ταῦτα ἔμαθον οὐ παρὰ Ἀντισθένους πρώτου τὰ μαθή‐ ματα, ἀλλὰ θεῶν καὶ ἡρώων καὶ τῶν τὴν Ἑλλάδα ἐπεστροφότων ἐπὶ σοφίαν, Ὁμήρου καὶ τῶν τραγῳδο‐ ποιῶν,

34

.

2

οἵτινες Ἥραν τε τὴν Διὸς παράκοιτιν ἔφα‐ σαν εἰς ἱέρειαν μεταμορφωθεῖσαν τοιοῦτον βίου σχῆμα ἀναλαβεῖν «νύμφαις κρηνιάσιν, κυδραῖς θεαῖς, ἀγεί‐ ρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις,»
5Τήλεφόν τε τὸν Ἡρακλέους, ἡνίκα εἰς Ἄργος παρε‐ γένετο, πολὺ χείρονι σχήματι τοῦ ἡμετέρου ἐμφανι‐ σθῆναι «πτώχ’ ἀμφίβληστρα σώματος λαβόντα ῥάκη ἀλκτήρια ψύχους,» Ὀδυσσέα τε τὸν Λαέρτου ἐξ Ἰλίου οἴκαδε ὑποστρέψαντα φάρει ῥωγαλέῳ, ἰπνοῦ καὶ καπνοῦ
10ἀναμέστῳ. ἆρά σοι ἔτι δοκεῖ ἡ ἐμὴ στολὴ καὶ τὸ με‐ ταιτεῖν αἰσχρὰ εἶναι ἢ καλὰ καὶ ἀγαστὰ βασιλεῦσιν καὶ παντὶ νοῦν ἔχοντι αἱρετὰ εἰς εὐτέλειαν;

34

.

3

καὶ Τήλεφος μέν, ἵνα ὑγιείας τύχῃ, τούτῳ τῷ σχήματι τοῦ βίου ἐναπεκρύψατο, Ὀδυσσεὺς δ’, ἵνα τοὺς μνη‐ στῆρας ἐκ πολλοῦ ἀδικοῦντας ἀποκτείνῃ· ἐγὼ δὲ ἵνα
5τύχω μὲν εὐδαιμονίας ἧς μικρὰ μοῖρά ἐστι τὸ Τηλέ‐ φειον ἀγαθόν, ἕλω δὲ τὰς ψευδεῖς δόξας δι’ ἃς οὐχ ἕνα δεσπότην ᾑρήμεθα, διαφύγω δὲ νόσους καὶ τοὺς ἐπ’ ἀγορᾶς συκοφάντας, περιέλθω δὲ ἐλεύθερος ὑπὸ τὸν Δία πατέρα ἐπὶ ὅλης γῆς, μηδένα φοβούμενος τῶν
10μεγάλων δεσποτῶν. εἰ μὲν οὖν ἐξιλάσκομαί σε, μῆτερ, ἐπιδείξας τοὺς κρείττονας ἐμοῦ τρίβωνας ἀμπεχομέ‐ νους καὶ πήραν φοροῦντας καὶ παρὰ τῶν χειρόνων ἄλ‐ φιτα μεταιτοῦντας, θεοῖς χάρις· εἰ δὲ μή, μάτην ἀνιάσῃ.

35

.

1

(t)

Σωπόλιδι.
1 Ἧκον εἰς Μίλητον τῆς Ἰωνίας, διαπορευόμενος δὲ τὴν ἀγορὰν παρήκουσα παίδων μὴ εὖ ῥαψῳδούντων. προσελθὼν οὖν τῷ διδασκάλῳ ἠρόμην αὐτόν «διὰ τί κιθαρίζειν οὐ διδάσκεις;» ὃ δὲ ἀπεκρίνατο «ὅτι οὐκ
5ἔμαθον.» «εἶτα» ἔφην «πῶς τοῦτο μέν, ὅτι οὐκ ἔμαθες, οὐ διδάσκεις, γράμματα δέ, ἃ μὴ ἔμαθες, σὺ διδάσκεις;» πάλιν δὲ προελθὼν μικρὸν εἴσειμι εἰς τὸ τῶν νέων γυμνάσιον, θεασάμενος δὲ ἐν τῷ αἰθρίῳ κα‐ κῶς σφαιρίζοντά τινα, προσελθὼν τῷ παλαιστροφύλακι
10«πόσον» εἶπον «ἀποτεταγμένον ἐστὶν ἐπιτίμιον κατὰ τοῦ ἀλειψαμένου καὶ μὴ σφαιρίσαντος;» ὃ δέ «ὀβο‐ λός» ἔφη. «ἐκεῖνος ὁ νεανίας» ἔφην δείξας τὸν ἄνθρω‐ πον «μηδενὸς ὄντος ἐπιτιμίου αὐτῷ ὑπ’ ἀνάγκης ἐμ‐ παίζει.»

35

.

2

ἀποθέμενος οὖν καὶ αὐτὸς τὸν τρίβωνα
καὶ τὴν στλεγγίδα ἐκλύσας παρελθὼν ἠλειψάμην, καὶ οὐ διαγίγνεται χρόνος συχνὸς καὶ κατὰ τὸ ἐπιχώριον εὐθέως παρελθών τις εἷς τῶν νέων, σφόδρα ἀστεῖος248
5τὴν ὄψιν, ἀγένειος, προσαναδίδωσί μοι τὴν χεῖρα, διαπειρώμενος εἰ ἐπίσταμαι τὰ παλαιστρικά. κἀγὼ ἕως μέν τινος προσεποιούμην ὑπὸ αἰδοῦς μὴ εἰδέναι· ὡς δὲ ἐπηπείλησε καταναλίσκειν με, ἠρξάμην συνανα‐ τρίβεσθαι αὐτῷ νομίμως. εἶτα ὁ γνώμων μοί πως
10ἀνίσταται (τὸ γὰρ ἕτερον ὄνομα δέδια διὰ τοὺς πολ‐ λοὺς εἰπεῖν), καὶ ὧδε μὲν τὸ μειράκιον ὑπ’ αἰδοῦς κα‐ ταλιπόν με ἄπεισιν, ἐγὼ δὲ ἑστὼς ἐτριβόμην πρὸς ἐμαυτόν.

35

.

3

ἐπεὶ δὲ προσεῖδέ με ὁ παλαιστροφύλαξ, προσελθὼν ἐπέπληττεν, κἀγὼ πρὸς αὐτόν «εἶτα σὺ παρεὶς τῷ νόμῳ μάχεσθαι νῦν ἐμοὶ διαφέρῃ; εἰ μὲν ἔθος ἦν τὸ καταλειφομένους πταρμικὸν ὀσφραίνεσθαι,
5οὐκ ἂν ἤσχαλλες, εἴ τις τῶν ἀλειφομένων ἐν τῷ γυ‐ μνασίῳ ἐπτάρνυτο· νυνὶ δὲ ἄχθῃ, εἴ τις καλοῦ συνανα‐ κυλιομένου αὐτόματος ἐστύθη; ἢ δοκεῖς τὰς μὲν ῥῖνας ὅλως ἐπὶ τῇ φύσει εἶναι, ταυτὶ δ’ ἡμῶν ἐπὶ τῇ προαι‐ ρέσει; οὐ παύσῃ» ἔφην «τοιαῦτα σφαδάζων πρὸς
10τοὺς εἰσιόντας; εἰ δέ σοί τίς ἐστι λόγος ἵνα μὴ γί‐ γνοιτο τοῦτ’ ἐν τῷ γυμνασίῳ, μεταιρεῖς ἐκ τοῦ μέσου τοὺς νέους. ἀλλ’ οἴει, ὅτι δυνήσεταί σοι ὁ νόμος, ἐὰν συνανακυλίηται τοῖς ἀνδράσι τὰ μειράκια, δεσμοὺς καὶ κύφωνας τῇ στυτικῇ φύσει περιβαλεῖν;» ταῦτ’ ἐμοῦ
15λέξαντος καὶ ὁ παλαιστροφύλαξ ᾤχετ’ ἀπιών, κἀγὼ ἀναλαβὼν τὸν τρίβωνα καὶ τὴν πήραν ἐξῆλθον ἐπὶ θάλασσαν.

36

.

1

(t)

Τιμομάχῳ.
1 Ἧκον εἰς Κύζικον καὶ διαπορευόμενος τὴν ὁδὸν ἐθεασάμην ἐπί τινος θύρας ἐπιγεγραμμένον ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κα‐ τοικε, μηδὲν εἰσίτω κακόν. ἐπιστὰς οὖν ἀνεγί‐
5γνωσκον καὶ παρερχόμενόν τινα ἠρόμην «τίς ἢ πόθεν ὁ ταύτην τὴν οἰκίαν οἰκῶν;» ὃ δέ με δόξας πυνθάνεσθαι διὰ τὰ ἄλφιτα ἀπεκρίνατο «φαῦλος ἄνθρωπος, ὦ Διόγενες· ἀλλ’ ἀπάναγε ἐνθένδε.» κἀγὼ πρὸς ἐμαυτόν «ἀλλ’ ἔοικεν» ἔφην «οὗτος, ὅστις ποτ’ ἔστιν, ἐξ ὧν λέγει ἑαυτῷ
10τὴν θύραν ἀποκλεῖσαι.» καὶ μικρὸν προελθὼν ἑτέραν θύραν θεωρῶ τὸ αὐτὸ ἰαμβεῖον ἔχουσαν ἐπιγεγραμμένον.

36

.

2

«ἐν ταύτῃ» ἔφην «τίς ἐστιν ὁ κατοικῶν;» «τε‐ λώνης» εἶπεν,» ἄνθρωπος ἀγοραῖος ὤν.» «ταύτην οὖν αἱ τῶν πονηρῶν» ἔφην «θύραι μόνον ἔχουσι τὴν ἐπι‐ γραφὴν ἢ καὶ αἱ τῶν σπουδαίων;» «πάντων» εἶπεν.
5«εἶτα διὰ τί» ἔφην, «εἰ ὑμᾶς ὠφελεῖ τοῦτο, οὐχὶ ταῖς πύλαις ἐπεγράψατε αὐτὸ ταῖς τῆς πόλεως, ἀλλὰ ταῖς οἰκίαις, εἰς ἃς μηδὲ χωρῆσαι δύναται ὁ Ἡρακλῆς; ἢ τὴν μὲν πόλιν βούλεσθε ἔχειν κακῶς, τὰς δὲ οἰκίας οὔ; ἢ τὰ μὲν κοινὰ ὑμᾶς κακὰ οὐ δύναται καταβλάπτειν,
10τὰ δ’ ἴδια;» «οὐκ ἔχω» εἶπε, «Διόγενες, περὶ τού‐ των ἀποκρίνασθαί σοι.» «τί δέ» ἔφην «οἴεσθε ὑμεῖς οἱ Κυζικηνοὶ κακὸν εἶναι;» «νόσον, πενίαν, θάνατον, τὰ τοιαῦτα» ἔφησεν.

36

.

3

«εἶτ’ οἴεσθε ταῦτα, εἰ μὲν εἰς τὴν οἰκίαν εἰσέλθοι, καταβλάψειν ὑμᾶς, εἰ δὲ μὴ εἰσέλθοι, μὴ καταβλάψειν;» «πάνυ γε» ἔφη. «εἶεν» ἔφην, «ταῦτα δ’ οὐχ ἁπτόμενα βλάψειν ἀνθρώπους;»
249
5«ἁπτόμενα γάρ» εἶπεν. «ἆρ’ οὖν» ἔφην «εἰς μὲν τὰς οἰκίας ἐπειδὰν εἰσέλθῃ, ἅπτεται ὑμῶν, εἰς δὲ τὴν ἀγορὰν ἐπειδὰν εἰσβάλῃ, τότε οὐχ ἅπτεται; ἢ ἔστιν ὅστις ἀπολέγει αὐτοῖς ἐπὶ μὲν τῇ ἀγορᾷ μὴ ἅπτεσθαι ὑμῶν, ἐν δὲ ταῖς οἰκίαις;» «οὐκ ἔχω» εἶπεν «οὐδὲ ἐν‐
10θάδε ἀποκρίνασθαί σοι.» «τί δέ» ἔφην, «ταῦτα ἐπει‐ δὰν εἰς τὰς οἰκίας ὑμῶν εἰσέλθῃ, καταβλάπτει ὑμᾶς ἢ ἐπειδὰν εἰς ὑμᾶς αὐτούς;» «εἰς ἡμᾶς» εἶπεν.

36

.

4

«εἶτ’» ἔφην «παρὸν ὑμῖν αὐτοῖς ἐπιγράφειν τὸ ἰαμβεῖον ταῖς θύραις ἐπιγράφετε; πῶς δέ» ἔφην «ὁ Ἡρακλῆς εἷς ὢν ἐν τοσαύταις δύναται παροικεῖν οἰ‐ κίαις; κινδυνεύει γὰρ καὶ τοῦτο τὴν μωρίαν τῆς πόλεως
5ἐνδείκνυσθαι.» «τίνα οὖν τις» εἶπεν, «ὦ Διόγενες, ἑτέραν ταύτης εὐφημοτέραν ποιήσαιτ’ ἂν ἐπιγρα‐ φήν;» «χρὴ γάρ» ἔφην «πάντως ἐπιγεγράφθαι τῇ θύρᾳ;» «πάνυ γε» εἶπεν. «μάθε» ἔφην, «Πενία ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν.» «εὐφήμει»
10εἶκεν, «ἄνθρωπε, ἀλλ’ αὐτὸ τοῦτο κακόν ἐστι.» «κακόν» ἔφην «καθ’ ὑμᾶς, καὶ μὴ παρ’ ἐμοῦ μανθά‐ νειν. ** ἀλλὰ Λινδίων τοὺς βόας κατέφαγε.» «πενία δὲ πρὸς θεῶν κακὸν οὐκ ἔστιν;» εἶπε. «τί ποιοῦσαν αὐτήν» ἔφην «κακὸν λέγεις;» «λιμόν» εἶπε, «ψῦ‐
15χος, καταφρόνησιν.»

36

.

5

«ἀλλ’ οὐδέν γε τούτων ὧν φὴς πενία ἄρα ** οὔτε λιμός· πολλὰ γὰρ ἐν τῇ γῇ φύεται, δι’ ὧν ὅ τε λιμὸς θεραπεύεται τό τε ψῦχος, ἐπεὶ οὐδὲ τὰ ἄλογα γυμνὰ ὄντα αἰσθάνεται ψύχους.»
5«ἀλλὰ τὰ μὲν ἄλογα οὕτως ἡ φύσις» εἶπεν «ἐποίη‐ σεν.» «ἀνθρώπους δὲ ὁ λόγος οὕτως ποιεῖ» ἔφην, «ἀλλ’ οὐ προσποιοῦνται πολλοὶ συνιέναι διὰ μαλα‐ κίαν. ἀλλ’ εἰσὶ καὶ ἐνθάδε ἐπίκουροι αἵ τε δοραὶ τῶν ζῴων καὶ τὰ νάκη τῶν προβάτων καὶ οἱ τοῖχοι τῶν
10σπηλαίων καὶ τῶν οἴκων. οὐ μὴν οὐδὲ καταφρόνησιν ἐργάζεται πενία. Ἀριστείδου γέ τοι τοῦ τοὺς φόρους τάξαντος οὐδεὶς κατεφρόνει πένητος ὄντος, οὔτε Σω‐ κράτους τοῦ Σωφρονίσκου· οὐ γὰρ αὐτὰ ἦσαν βλάβαι, ἀλλὰ μοχθηρία.

36

.

6

τί δέ» ἔφην, «ἀλλὰ ταῦτα ἔδρα ἡ πενία παρ’ ὑμῖν οὐκ οὖσα οὐκ ἦν ἀρετή, ἀλλὰ σφο‐ δρότερα κακὰ ἀπελαύνουσα ὑμῶν;» «ποῖα ἄττα;» εἶπεν. «φθόνους, μίση, συκοφαντίας, τοιχωρυχίας,
5ἀπεψίας, στρόφους, ἄλλα χαλεπὰ νοσήματα. πενίαν ἄρα ἐπιγράφετε οἰκεῖν παρ’ ὑμῖν, καὶ οὐ τὸν Ἡρακλέα. καὶ γὰρ ἃ μὲν δύναται ὁ Ἡρακλῆς ἀναιρεῖν οὐ φο‐ βεῖσθε, ὕδρας, ταύρους, λέοντας, κερβέρους, ἔνια δὲ καὶ αὐτοὶ θηρᾶσθε· ἃ δὲ πενία ἀπελαύνει, ταῦτα δεινά·
10πενίαν μὲν ὀλίγα δαπανῶντες θρέψετε φύλακα αὑ‐ τῶν, τὸν δὲ Ἡρακλέα πολλά.» «ἀλλὰ δύσφημόν ἐστι πενία» εἶπεν, «ὁ δὲ Ἡρακλῆς εὔφημον.» «σοί» ἔφην «εἰ πενία ἐστὶ δύσφημον, Αὐγείᾳ δὲ καὶ Διομή‐ δει τῷ Θρᾳκὶ καὶ ἄλλοις ὁ Ἡρακλῆς.»

36

.

7

«οὐ πείθεις με» εἶπεν, «ὦ Διόγενες, πενίαν ἐπιγράψαι, ὥσθ’
ἕτερόν τι σκέπτου, ἵνα σοι πεισθῶ τὸν Ἡρακλέα ἐξα‐ λεῖψαι.» «ἔσκεμμαι» ἔφην. «ἄκουε λόγον» εἶπον,250
5«Δικαιοσύνη ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν.» «ἐνταῦθα μέν» ἔφη «πείθομαί σοι, καὶ τὸν Ἡρακλέα οὐκ ἐξαλείψω, συνεπιγράψω δὲ τὴν δικαιοσύνην.» «ὀρθῶς» ἔφην. «τοῦτο ποίει καὶ ἐπιγράψας κάθευδε ἀναπεσὼν ὥσπερ Ὀδυσσεὺς μηκέτι μηδὲν φοβούμε‐
10νος.» «ποιήσω» εἶπε, «σοὶ δὲ χάριν τούτου γνώσο‐ μαι νῦν τε καὶ εἰσαεί, Διόγενες, ἀσφαλισαμένῳ ἀπὸ τῶν φαύλων ἡμᾶς.» ταῦτ’ ἐν Κυζίκῳ, φίλε Τιμόμαχε, ηὐθύνθη ἡμῖν.

37

.

1

(t)

Μονίμῳ.
1 Ἀπαναστάντος σου τῆς Ἐφέσου ἔπλευσα καὶ αὐτὸς εἰς Ῥόδον, σπουδάζων τὸν τῶν Ἁλίων ἀγῶνα θεά‐ σασθαι. ἀποβὰς δὲ τῆς νεὼς ἀνέβαινον εἰς ἄστυ καὶ παρὰ Λακύδην τὸν ξένον· ὃ δὲ τυχὸν ἴσως, ἐπεὶ ἔγνω
5με καταπλεύσαντα, τὴν ἀγορὰν ἐξέκλινεν. ἐγὼ δὲ ἐπεὶ περιελθὼν τὴν πόλιν οὐδαμῆ αὐτῷ ἐνέτυχον, ἔγνων δὲ πυθόμενος ὡς εἴη κατὰ ἄστυ, ἐπὶ τὴν τῶν θεῶν ξενίαν ἄσμενος ἱκόμην καὶ παρὰ τούτοις ἐσκή‐ νωσα. ἡμέρᾳ δὲ τρίτῃ σχεδὸν ἢ τετάρτῃ ἐντυχών
10μοι κατὰ τὴν ὁδὸν τὴν ὡς ἐπὶ τὸ στρατόπεδον φέρου‐ σαν προσηγόρευσε καὶ ἐπὶ τὴν ξενίαν παρεκάλει ἔρχε‐ σθαι.

37

.

2

κἀγὼ οὐδέν τι μηνίσας αὐτῷ διὰ τοσούτου μοι ἐντυχόντι «αἰσχρὸν μέν» ἔφην «τοὺς θεοὺς κα‐ ταλιπεῖν, οἵ με, ἐπεὶ ἡ σὴ ξενία καταπλεύσαντι ἐκλεί‐ σθη, ἐδέξαντο· ἀλλ’ ἐπεὶ δύνανται οὗτοι ἐπὶ μηδενὶ
5τῶν τοιούτων ἀσχάλλειν, ἡμεῖς δὲ διὰ τὸ ἀσθενές, βα‐ δίζωμεν. πρότερον δέ, εἴ σοι δοκεῖ, ἀναβάντες γυ‐ μνασώμεθα· οὐ γὰρ χρῆν οἴομαι, εἰ παρὰ σὲ τήμερον μέλλω κατάγεσθαι καταλιπὼν τοὺς κρείττονας ξένους, τοῦ σώματος ἀμελεῖν.» «ἀλλὰ καλῶς» ἔφη, «Διό‐
10γενες, λέγεις, καὶ οὐ βιάζομαί σε τοὺς θεοὺς ἐξελ‐ θεῖν.»

37

.

3

ἐγὼ δὲ ἀναβὰς εἰς τὸ στρατόπεδον περιε‐ πάτησα, καὶ τότε κατέβην εἰς τὴν οἰκίαν τοῦ Λακύδου. τῷ δὲ ἄρα ἦν παρασκευὴ οὐχ ὅση πρὸς τὴν φύσιν ἀποχρῆναι ἧς ἡμεῖς ἐδεόμεθα, ἀλλ’ ὁπόση πρὸς τὴν
5δόξαν ἧς οἱ ἄλλοι ἡττῶνται· κλῖναι γὰρ ἐξέστρωντο σφόδρα πολυτελεῖς καὶ τράπεζαί τινες ἐν τῷ καταντι‐ κρὺ ἔκειντο, αἳ μὲν ἐκ βαριασνοου, αἳ δὲ ἐκ σφενδα‐ μνίνων ξύλων, ἀργυρωμάτων ἀνάπλεῳ, ἐπὶ δὲ τούτοις θεράποντες εἱστήκεσαν οἳ μὲν χέρνιβας ἔχοντες, οἳ δὲ
10ἄλλα διακονήματα. εἰς ταῦτα ἀπιδών «ἀλλὰ ἐγὼ μέν» ἔφην «ἧκον εἰς τὴν ξενίαν τὴν σήν, Λακύδη, ὠφελη‐ θησόμενος, σὺ δὲ ἐπ’ ἐμὲ ὅσα οἱ ἐχθροὶ παρεσκεύασαι.

37

.

4

ταῦτα μὲν οὖν κέλευε ἄλλῃ μεταίρεσθαι, ἡμᾶς δὲ κατάκλιναι, ὡς Ὅμηρος τοὺς ἥρωας ἐν Ἰλιάδι κατέ‐ κλινεν, ἐπὶ ῥινοῦ βοὸς ἀγραύλοιο, ἢ ὡς Λακεδαιμόνιοι ἐπὶ στιβάδος, καὶ ἔα τὸ σῶμα ἐφ’ ὧν ἔμαθε κατακλί‐
5νεσθαι. θέραψ δ’ οὐδὲ εἷς ἔστω ἐνταῦθα διακονούμε‐ νος· ἀποχρήσουσι γὰρ αἱ χεῖρες ἐς τοῦτο, καὶ γὰρ τού‐ του ἕνεκα ἡμῖν προσετέθησαν ὑπὸ τῆς φύσεως. ποτήρια
δ’ ἔστω, οἷς πιόμεθα, τὰ ἐκ πηλοῦ λεπτὰ καὶ εὔωνα, πόμα δὲ ὕδωρ ναματιαῖον, τροφαὶ δὲ ἄρτος καὶ ὄψον251
10ἅλες ἢ κάρδαμον. τοιαῦτα ἐγὼ παρὰ Ἀντισθένει παιδευόμενος ἔμαθον ἐσθίειν καὶ πίνειν, οὐχ ὡς φαῦλα ἀλλ’ ὡς κρείττονα τῶν ἑτέρων καὶ μᾶλλον δυνάμενα ἐν τῇ ὁδῷ εὑρίσκεσθαι τῇ φερούσῃ ἐπ’ εὐδαιμονίαν, ἣν δὴ πάντων τιμιωτάτην χρημάτων θετέον ** ἐν τόπῳ
15ὀχυρωτάτῳ καὶ ἀποκρημνοτάτῳ μίαν ὁδὸν προσάντη καὶ τραχεῖαν ἱδρύσασθαι.

37

.

5

ταύτην οὖν τὴν ὁδὸν διὰ τὸ δύσκολον μόλις ἂν δύνασθαι γυμνὸν ἕκαστον ἀναβῆναι, καὶ οὐχ ὅτι φέροντά τι σὺν ἑαυτῷ καὶ βαρού‐ μενον μόγῳ καὶ δεσμοῖς περισωθῆναι, ἀλλ’ οὐδὲ τῶν
5ἀναγκαίων τι μετιόντα, ποιῆσαι δ’ ἐν τῇ ὁδῷ τροφὴν μὲν πόαν ἢ κάρδαμα, πόμα δὲ εὐπαλὲς ὕδωρ, ** μά‐ λιστα δ’ ὅπῃ δέοι τοῦ ῥᾷστα βαδίσαι, γυμναστέον ἐσθίειν μὲν κάρδαμον, πίνειν δὲ ὕδωρ, ἀμπέχεσθαι δὲ τρίβωνα κοῦφον, ἀποδειξαμένους τὴν ἄθλησιν τοῦ τε
10ἀποδύεσθαι πρὸς γῆν, ἑστῶτα δὲ ἐπὶ ἄκρον τὸν Ἑρ‐ μῆν ἐκτινάσσειν τοὺς βαδίζοντας, μή τι ἔχοντες ἐφό‐ διον βέβηλον οἴκοθεν βαδίζωσιν.

37

.

6

ἐγώ τοι παρὰ Ἀντισθένει πρῶτον ἀσκήσας ἐσθίειν τε καὶ πίνειν ἧκον τὴν ἐπ’ εὐδαιμονίαν ὁδὸν σπεύδων ἀπνευστί, παρελθὼν δὲ ἵνα ὑπῆρχεν ἡ εὐδαιμονία ἔφην «ὑπέ‐
5μεινα, εὐδαιμονία, διὰ σὲ καὶ μέγα κακὸν ὕδωρ πί‐ νειν καὶ κάρδαμον ἐσθίειν καὶ ἐπὶ γῆς κοιμᾶσθαι.» ἣ δὲ ἠμείψατό με «ἀλλ’ ἐγώ τοι» ἔφη «σοι ταῦτα ποιήσω δίχα ταλαιπωρίας ἡδύτερα τῶν τοῦ πλούτου ἀγαθῶν, ὃν μᾶλλον οἱ ἄνθρωποι ἐμοῦ πρεσβεύουσι,
10καὶ οὐκ αἰσθάνονται τύραννον ἑαυτοῖς ἐπιτρέφοντες.» ἐξ ἐκείνου ἐγώ, ἐπεὶ ταῦτα τῆς εὐδαιμονίας διαλεγο‐ μένης ἤκουσα, οὐκέτι ταῦτα ὡς ἀσκήματα ἤσθιον καὶ ἔπινον, ἀλλ’ ὡς ἡδονάς, κρατεῖ δέ με πρὸς ταύτην τὴν δίαιταν καὶ τὸ ἔθος, οὗ πᾶς ἀπολειπόμενος βλά‐
15πτεται.

37

.

7

παρατίθει οὖν ἡμῖν καὶ σὺ τοιαῦτα δεῖπνα, μιμούμενος τὸ κάλλιστον τῶν ἐν τῷ βίῳ, εὐδαιμο‐ νίαν, τὰ δὲ πλούτου ἵει εἰς τοὺς ἁμαρτάνοντας αὐτῆς τῆς ὁδοῦ. ἀλλ’ εἰ τοῦτό σοι» ἔφην «δοκοίη, ἴσθι
5καὶ τοῦτ’» εἶπον. «ἀεὶ τοιούτοις με δείπνοις θοίνα, τοῦ τε λοιποῦ τοιαῦτα παρέχου τοῖς ξένοις. καὶ οὐ‐ δέποτε παρόντας μὲν αὐτοὺς ἐκκλινεῖς, ὑστερίζοντας δέ τινας αὐτῶν ζητήσεις, ἐλέγχου γὰρ εἶς βελτίων.» ταῦτά μοι, ἐν Ῥόδῳ ἐπεὶ ἐγενόμην, πρὸς Λακύδην
10τὸν ξένον ὡμιλήθη.

38

.

1

(t)

.......
1 Σὺ μέν, ἐπεὶ οἱ ἀγῶνες ἀνεβλήθησαν, καταλιπὼν ᾤχου τὴν Ὀλυμπίαν, ἐγὼ δὲ διὰ τὸ ἐκτόπως εἶναι φιλοθεάμων κατέμεινα τὴν ἄλλην θεώμενος πανήγυ‐ ριν. διέτριβον δὲ ἐν τῇ ἀγορᾷ, ἵνα ὁ ἄλλος ὅμιλος,
5καὶ περιιὼν ἄνω κάτω προσέσχον ὁτὲ μὲν τοῖς πωλοῦ‐ σιν, ὁτὲ δὲ τοῖς ῥαψῳδοῦσιν ἢ φιλοσοφοῦσιν ἢ μαν‐ τευομένοις. καί ποτε διεξιόντος τινὸς περὶ ἡλίου φύσεως καὶ δυνάμεως καὶ πάντας ἀναπείθοντος παρελ‐
θὼν εἰς τὸ μέσον «ποσταῖος,» ἔφην «φιλόσοφε, ἀπὸ252
10τοὐρανοῦ καταβέβηκας;» ὃ δέ μοι οὐκ εἶχεν ἀποκρί‐ νασθαι. οἳ δὲ καταλιπόντες αὐτὸν οἱ περιεστῶτες ᾤχοντο ἀπιόντες, ὃ δέ γε καταλειφθεὶς μόνος τὰς εἰ‐ κόνας τοῦ οὐρανοῦ συνετίθει εἰς τὸ κιβώτιον.

38

.

2

ἀπ’ ἐκείνου προσίσταμαι μάντει, ὃ δὲ ἐκάθητο ἐν τῷ μέσῳ κατεστεμμένος μείζονα τοῦ εὑραμένου τὴν μαν‐ τείαν Ἀπόλλωνος. ἠρόμην οὖν καὶ τοῦτον παρελθών
5«πότερον ἄριστος εἶ μάντις ἢ φαῦλος;» τοῦ δὲ εἰ‐ πόντος ὅτι ἄριστος, ἅμα ἐκτείνας τὴν βακτηρίαν «τί μέλλω δῆτα ποιεῖν; ἀπόκριναι, πότερον τύπτειν σε ἢ οὔ;» μικρὸν πρὸς αὑτῷ γενόμενος «οὔ» φησί, τύπτω τ’ ἐγὼ γελάσας αὐτὸν καὶ οἱ περιεστῶτες ἀνέκραγον.
10«τί» ἔφην «ἐβοήσατε; ἐπεὶ κακὸς μάντις ἐφάνη, καὶ ἐπλήχθη.»

38

.

3

ὡς δὲ καὶ τοῦτον καταλιπόντες οἱ περιεστῶτες ἀπηλλάγησαν, ἄνθρωποι καὶ ἄλλοι οἱ ἐν τῇ ἀγορᾷ, ἐπεὶ ταῦτα ἤκουσαν, διέλυσαν τοὺς κύκλους καὶ εἵποντο ἐξ ἐκείνου, καὶ πολλάκις μὲν διαλεγομέ‐
5νου μου περὶ καρτερίας ἐπακολουθοῦντες ἐπηκροῶντο, πολλάκις δὲ καρτεροῦντος ἢ διαιτωμένου παρετύγχα‐ νον. ἐκόμιζον δέ μοι διὰ ταῦτα οἳ μὲν ἀργύρια, οἳ δὲ ἄξια ἀργυρίου, πολλοὶ δὲ καὶ ἐπὶ δεῖπνον ἐκάλουν, ἐγὼ δὲ παρὰ μὲν τῶν μετρίων ἐλάμβανον τὰ πρὸς τὴν
10φύσιν ἀποχρῶντα, παρὰ δὲ τῶν φαύλων οὐδὲν προσιέ‐ μην, καὶ παρὰ μὲν τῶν ἐπισταμένων μοι χάριν ἐπὶ τῷ καὶ τὸ πρῶτον λαβεῖν καὶ πάλιν ἐλάμβανον, παρὰ δὲ τῶν μὴ ἐπισταμένων οὐκέτι.

38

.

4

ἐξήταζον δὲ καὶ τὰς δωρεὰς τῶν δωρεῖσθαί μοι ἐθελόντων τὰ ἄλφιτα, καὶ παρὰ μὲν τῶν ὠφελουμένων ἐλάμβανον, τῶν ἄλλων δὲ οὐδὲν προσιέμην, οὐκ οἰόμενος καλὸν εἶναι λαμβάνειν
5παρὰ τοῦ μηδὲν παρειληφότος. ἐδείπνουν δὲ οὐ παρὰ πᾶσι, παρὰ μόνοις δὲ τοῖς θεραπείας δεομένοις. ἦσαν δ’ οὗτοι οἱ τοὺς Περσῶν βασιλεῖς μιμούμενοι. καὶ δή ποτε εἰσελθὼν πρὸς μειράκιον τῶν σφόδρα εὐπόρων κατακλίνομαι ἔν τινι ἀνδρῶνι πάντη κεκαλλωπισμένῳ
10γραφαῖς τε καὶ χρυσῷ, ὡς μηδὲ ὅπου πτύσῃ τις τόπον εἶναι.

38

.

5

ἐπιστὰν οὖν μοι ἐπὶ τὴν φάρυγγα, ἐχρεμ‐ ψάμην, περιελάσας δὲ τὰ ὄμματα εἰς τὰ κύκλῳ, ἐπεὶ ὅπου πτύσαιμι τόπον οὐκ εἶχον, εἰς αὐτὸν ἔπτυσα τὸν νεανίσκον. τοῦ δὲ μεμψαμένου ἐπὶ τούτῳ «εἶτα»
5ἔφην «οὗτος,» εἰπὼν αὐτὸν ἐξ ὀνόματος, «ἐμὲ μέμφῃ τοῦ γενομένου καὶ οὐ σεαυτὸν τοὺς μὲν τοίχους καὶ τὰ ἐδάφη κοσμήσαντα τοῦ ἀνδρῶνος, σαυτὸν δὲ μόνον ἀπολιπόντα ἀκόσμητον εἰς τὸ ἐμπτύεσθαι χωρίον ἐπι‐ τήδειον;» «ταῦτ’» ἔφη «πρὸς τὴν ἀπαιδευσίαν
10φαίνῃ λέγων ἡμῶν, ἀλλ’ οὐκ ἐξέσται σοι τοῦτο πάλιν εἰπεῖν· οὐ γὰρ μὴ ἀπολειφθῶ σου ἕνα πόδα.» ἀπὸ τῆς αὔριον δὴ ἐξ ἐκείνου διανείμας τὴν οὐσίαν τοῖς αὑ‐ τοῦ ἐμοὶ ἀναλαβὼν τὴν πήραν καὶ διπλώσας τὸν τρί‐ βωνα εἵπετο. ταῦτα μετὰ τό σε ἀπαλλαγῆναι ἐπράχθη
15ἡμῖν ἐν Ὀλυμπίᾳ.

39

.

1

(t)

Μονίμῳ.
1Μελέτω σοι καὶ τῆς μετοικίας τῆς ἐντεῦθεν, μελή‐
σει δέ, εἰ μελετήσειας ἀποθνήσκειν, τοῦτ’ ἔστι χωρί‐ ζειν τὴν ψυχὴν ἔτι ζῶν ἀπὸ τοῦ σώματος. τοῦτο γὰρ δοκῶ μοι καὶ οἱ περὶ Σωκράτη θάνατον ἐκάλουν,253
5καὶ γάρ ἐστιν ἡ μελέτη ἐν τῷ ῥᾴστῳ. φιλοσόφει δὲ καὶ διασκέπτου, τί πρὸς σὲ οὐχ οὕτως καὶ τί κατὰ φύσιν καὶ τί κατὰ νόμον· ἐν τούτῳ γὰρ μόνῳ χωρίζε‐ ται ψυχὴ ἀπὸ σώματος, ἐν δὲ τοῖς ἄλλοις οὐδαμῶς, ἀλλὰ καὶ ὅταν βλέπῃ καὶ ὅταν ἀκούῃ καὶ ὅταν ὀσφραί‐
10νηται καὶ ὅταν γεύηται, σύνεστιν ὥσπερ μιᾶς αὐτῷ κορυφῆς ἐξημμένη. γίγνεται γοῦν, ὅταν μὴ μελετή‐ σωμεν ἀποθνήσκειν, χαλεπὴν τελευτὴν ἀναμένειν· ἡ γὰρ ψυχὴ ὥς τινων παιδικῶν ἀπολειπομένη συμφορά‐ ζει καὶ μετὰ ἀχθηδόνος πολλῆς ἀπολύεται· ὅταν δὲ
15καὶ φιλοσόφων ψυχαῖς ἐντύχῃ, τότε καὶ ἐν τῇ ὁδῷ πολλὰ κάμνει.

39

.

2

ἀφίεται γὰρ ἀξενάγητος ὅποι ποτὲ φέρεσθαι εἰς κρημνοὺς ἢ χάσματα ἢ ποταμούς, ἕως ἐπὶ τὸ ἔσχατον ἐνεχθῇ· φεύγουσι γὰρ αὐτήν, ὅτι οἴονται πολλὰ ἐξημαρτηκέναι ἐν τῷ ζῆν παραχωρήσα‐
5σαν τῷ χείρονι τὴν τοῦ ὅλου ἀρχήν, δι’ ἣν πολλὰ ἠναγ‐ κάσθη ὡς ἐν πονηροκρατίᾳ ἄδικα πρᾶξαι. ὅταν δὲ μελετήσωμεν τὴν καλὴν μελέτην, γίγνεται καὶ ὁ βίος ἡδὺς καὶ ἡ τελευτὴ οὐκ ἀηδὴς καὶ ἡ ὁδὸς ῥᾴστη· ξενα‐ γεῖ γὰρ πᾶσα ἡ ἐντυχοῦσα τὴν τοιαύτην ψυχὴν ἐπὶ τὰ
10εὔπορα καὶ ὥσπερ καλὴν ἄγραν ἐπιφανῶς ἄγει λαβο‐ μένη παρὰ τοὺς κάτω τῶν καλῶν δικαστάς, αὐτή τε ὡς ἂν μεμελετηκυῖα καὶ μόνη ζῆν οὐκ ἀηδίζεται κατα‐ λιποῦσα τὸ σῶμα.

39

.

3

ἔστι δὲ καὶ διὰ τοῦτο καὶ πολλή τις ταῖς τοιαύταις ψυχαῖς ἐν ᾅδου τιμή, ὅτι ἄρα οὐκ ἦσαν φιλοσώματοι. δόξα γάρ ἐστι τὰς φιλο‐ σωμάτους ψυχὰς φαύλας τε εἶναι καὶ ἀνελευθέρους,
5τὰς δὲ μὴ τοιαύτας ἀγαθάς τε καὶ ὑψαύχενας (ζῶσι γὰρ ἡγούμεναι πάντων καὶ ἐπιτάττουσαι ἀρχικῶς), διά τε ταῦτα ἀναιρεῖσθαι μόνα τὰ δίκαια καὶ ῥᾷστα, τῶν δὲ ἐναντίων μηδὲ ἕν, ἐφ’ ἃ τὸ σῶμα ἀναγκάζει τὴν ψυχὴν ἥδεσθαι διὰ τὴν περιπεπλασμένην αὐτοῖς
10ἡδονὴν ἰχθύος τρόπον ἢ ἄλλου τινὸς ἀλόγου πρὸς τὴν τοῦ χείρονος ἀρχὴν γεγενημένου.

39

.

4

ταῦτά σοι ἕψε‐ ται μελετήσαντι ἀποθνήσκειν, ὅταν δέῃ μετοικεῖν ἐν‐ θένδε. καὶ τὸ πρῶτον ἡδὺς ὁ βίος· ζήσῃ γὰρ ἐλεύθε‐ ρος, ἄρχων καὶ οὐκ ἀρχόμενος, βραχὺ μὲν καὶ ὅσον
5τῷ σώματι περισπώμενος, ** καὶ τοῦτ’ εἰς τὴν τοῦ ὅλου ἁρμονίαν, σιωπῶν δὲ βασιλεύων καὶ θεωρῶν, ἃ θεοὶ ἀνθρώποις τοῖς μετρίοις κατεσκευάσαντο ἀπεχο‐ μένοις τοῦ ἀγρίου βίου, ἐν ᾧ ἁρπαγαὶ καὶ ἀλληλοκτο‐ νίαι οὐ περὶ μεγάλων οὐδὲ θείων, περὶ μικρῶν δὲ καὶ
10κοινῶν, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα. περὶ γὰρ τοῦ πλείονα ἔχειν καὶ ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν οἱ πάντες φαῦλοί εἰσι καὶ τοῖς ἀλόγοις σύμφοροι.

40

.

1

(t)

Διογένης ὁ κύων Ἀλεξάνδρῳ.
1 Ἐμεμψάμην καὶ Διονυσίῳ καὶ Περδίκκᾳ, λέγω δὲ καὶ σοὶ ὅτι δοκεῖτε τὸ ἄρχειν εἶναι μάχεσθαι τοῖς
ἀνθρώποις. τὸ δὲ πλεῖστον διαφέρει· τὸ μὲν γὰρ ἀφροσύνη ἐστί, τὸ δ’ ἐπίστασθαι τοῖς ἀνθρώποις χρῆ‐254
5σθαι καὶ ἕνεκά τι τοῦ βελτίστου πράττειν. σκόπει οὖν ἀνθ’ ὧν νῦν ἐγχειρεῖς οὐδὲν εἰδὼς ποιεῖν ἐπι‐ τρέψαι τινὶ σαυτὸν ἀνθρώπῳ, ὅστις σε ὥσπερ ἰατρὸς νοσοῦντα ἐκθεραπεύσας ἀπαλλάξει τῆς νῦν πολλῆς καὶ κακῆς δόξης. σὺ γὰρ ὅπως μέν τινα κακὸν ἀπερ‐
10γάσῃ ζητεῖς, εὖ δ’ ἂν οὐδὲ βουλόμενος ἔχοις οὐδένα ποιῆσαι.

40

.

2

ἔτι δὲ τὸ κρατεῖν καὶ τὸ ὑφ’ ἑαυτῷ ἔχειν τινὰς οὐ τοιοῦτόν ἐστιν, οἷον μετὰ τῶν κακίστων ἀν‐ θρώπων ἄγειν καὶ φέρειν ἀεὶ τοὺς παρατυγχάνοντας. τοῦτο γὰρ οὐδὲ τῶν θηρίων τὰ βέλτιστα ποιεῖ, ἀλλ’
5οὐδὲ οἱ λύκοι, ὧν ζῷον οὐδέν ἐστιν πονηρότερον οὐδὲ κακουργότερον, οὓς σύ μοι δοκεῖς ὑπερβεβλῆσθαι ἀμα‐ θίᾳ. τοῖς μὲν γὰρ ἐξαρκεῖ μόνοις πονήροις εἶναι, σὺ δὲ καὶ πρὸς μισθὸν διδοὺς ἀνθρώποις τοῖς πονηροτάτοις τούτοις τε παρέχεις ἐξουσίαν μηδὲν ὑγιὲς πράττειν
10καὶ αὐτὸς ὅμοια τούτοις ἐγχειρεῖς ποιεῖν καὶ μείζω.

40

.

3

κατάγνωθι οὖν, ὦ ’γαθέ, καὶ ἐν σαυτῷ γενοῦ ἔτι μᾶλλον. ποῦ γῆς εἶ ἄρα; καὶ τί σοι δύναται τὰ κα‐ τασκευάσματα ταῦτα καὶ ἡ σπουδὴ ἡ ἐπὶ τούτοις; οὐ γὰρ οἴει δήπου βελτίων τινὸς εἶναι ἀνθρώπου τοιαῦτα
5ποιῶν. εἰ δὲ μηδενὸς εἶ βελτίων, μηδὲ τούτοις ἐκπο‐ νεῖς, τί οἴει σοι τὰ γινόμενα εἶναι ἀλλ’ ἢ συμφορὰν καὶ φόβους καὶ κινδύνους μεγάλους; καίτοι οὐκ οἶδα ἐγὼ ὅπως ἂν ἔτι μείζω ἀτυχήματα ἀτυχήσαις τῶν νῦν. τίς γὰρ ἄνθρωπος μὴ δίκαιος οὐκ ἂν ἀτυχοῖ; τίς κακὸς
10καὶ βίαιος οὐκ ἂν κακὸν πράττοι καὶ μηδὲν ἀγαθὸν ἔχοι; καὶ τοῦτο τὸ ζῆν δοκεῖ τί σοι εἶναι καὶ περὶ τοῦδε κίν‐ δυνός σοι εἶναι μάλιστα παθεῖν τι τοιαυτὶ ποιοῦντι;

40

.

4

καὶ ὥσπερ οὐκ οἴει σοι τούτοις ἐπιβουλεῦσαι μά‐ λιστα, εἴπερ τῶν πολλῶν ἐστιν ἐξαμαρτάνειν; οὐ τοί‐ νυν ἔχοις ἂν ἐπιδεῖξαι ὅπως τοιοῦτος ὢν ἐπικέχρησαι ἀνθρώπῳ χρηστῷ, τοιούτοις δὲ ἐπιχρώμενος οἷος πρῶ‐
5τός γ’ ἂν αὐτὸς καὶ μέγιστα κακὰ παθεῖν καὶ νῦν μη‐ δὲν ἀγαθὸν πάσχειν, μηδέ σοι ἀρκέσειν τὰ τείχη· ῥᾳδίως τὰ κακὰ ὑπεράλλεται καὶ παραδύεται. σκό‐ πει δ’ οἷον καὶ αἱ νόσοι ποιοῦσιν· οὐδένα γὰρ πυρετὸν οὐδὲ τεῖχος εἴργει, οὐδὲ ξενικὸν τὸν κατάρρουν, ὥστε
10μὴ οὐχ οὕτω διατεθῆναι τῶν τυράννων ὅντινα βούλει, ὥσπερ ἂν τὸν ἀποροῦντα δοκοῦντα ἄνθρωπον. τίνος οὖν σοι καὶ ὑγιειναὶ φυλακαὶ παρεσκευασμέναι ἕνεκεν ἀλλ’ ἢ ἀμαθίας, ὅπως ὡς μάλιστα ταύτην διαφυ‐ λάττωσι, καὶ πλείστοις ᾖς ἐν κακοῖς καὶ ἐν φόβοις;

40

.

5

ἢ γὰρ οἴει ἄλλοθέν ποθεν τοῖς ἀνθρώποις εἶναι τὰ κακὰ ἢ ἐξ ὧν ἂν μὴ εἰδῶσιν ὅ τι ἂν αὐτοῖς ᾖ πρακτέον; πάνυ οὖν μοι δοκεῖς καὶ σὺ τῶν τυράν‐ νων εἶναι· οὗτοι γὰρ οὐδὲ τῶν παίδων πλείω νοῦν
5ἔχουσι. παῦσαι οὖν, ὦ ’γαθέ, καὶ εἴ τί σοι βούλει ἀγαθὸν εἶναι, σκόπει πόθεν τι πράξεις τῶν δεόντων τοῦτο δὲ οὐδέποτε ἂν δυνηθείης μὴ διδαχθείς. ἆρα οὖν εἴ τινά σοι τῶν Ἀθήνησι δικαστῶν πέμψαιμι; οἳ γὰρ ὁσημέραι τοῦτο πράττουσι περὶ τῶν ἀδίκων, οἴον‐
10ται καὶ αὐτοὶ μέγιστοι εἶναι καὶ τοὺς ἄλλους παρέχε‐
σθαι μηδὲν κακὸν μήτε ἔχοντας μήτε πράττοντας. ἐρρῶσθαι δὲ ἢ χαίρειν οὐ θέμις μοι γράφειν, ἕως ἂν ᾖς τοιοῦτος καὶ μετὰ τοιουτοτρόπων βιοῖς.255

41

.

1

(t)

Μελησίππῳ.
1 Οὐ δοκεῖ μοι πᾶς τὸ καθ’ ἡμᾶς ἐν ἀρετῇ δύνασθαι, ἐπεὶ πολλῶν ἡ πρόθεσις καθαιρετικὴ τῆς ἀξίας γίνεται· οὐδὲ γὰρ ὁ τοῦ Μέλητος εἰπὼν τὸν Δία πατέρα ἀνδρῶν τε θεῶν τε ἐκύδηνεν ἀλλ’ ἐμείωσεν, ἐπεὶ χαλεπόν, εἰ
5οὓς οἱ γεννήσαντες διὰ πονηρίαν ἀπολέγονται, Διὸς εἶναι παῖδας πιστεύομεν. ταῦτα οὖν ὁ κύων μόνα δυνήσεται, ἃ κατ’ ἀρετὴν ἐνεργεῖται.

42

.

1

(t)

Μελεσίππῃ τῇ σοφῇ.
1 Ἔφθασεν ἡ χείρ μου πρὸ τῆς σῆς ἀφίξεως τὸν ὑμέ‐ ναιον ᾆσαι, ἐγίγνωσκε δὲ τὴν ἀφροδισίων ἀποπλήρω‐ σιν εὐποριστοτέραν εὑρῆσθαι τῆς κατὰ γαστέρα. ὁ γὰρ κυνισμός, ὡς οἶσθα, φύσεώς ἐστιν ἀναζήτησις· εἰ
5δέ τινες μέμφοιντο τὴν προαίρεσιν ταύτην, ἀξιοπιστό‐ τερος ἐπαινῶν ἐγώ.

43

.

1

(t)

Μαρωνίταις.
1 Ὀρθῶς ἐποιήσατε τὴν πόλιν μεταχρηματίσαντες καὶ καλέσαντες ἀντὶ Μαρωνείας ἥτις νῦν καλεῖται Ἱπ‐ παρχίαν, ἐπεὶ κρεῖττον ὑμῖν ἀπὸ Ἱππαρχίας λέγεσθαι, γυναικὸς μέν, ἀλλὰ φιλοσόφου, ἢ Μάρωνος, ἀνδρὸς
5οἰνοπώλου.

44

.

1

(t)

Μητροκλεῖ.
1 Οὐ μόνον ἄρτος καὶ ὕδωρ καὶ στιβὰς καὶ τρίβων σωφροσύνην καὶ καρτερίαν διδάσκουσιν, ἀλλ’ εἰ χρὴ οὕτως φάναι, καὶ ποιμενικὴ χείρ. ὤφελον καὶ τὸν πρὶν ἐκεῖνον βουκόλον ὄντα ἐξεπίστασθαι. ἐπιμέλου
5οὖν καὶ ταύτης ἔνθα ἂν ἐπείγῃς· ἔστι γὰρ ἐκ τῆς συν‐ τάξεως τοῦ ἡμετέρου βίου. τὰς δὲ πρὸς τὰς γυναῖκας ἀκρατεῖς ἐντεύξεις πολλῆς δεομένας σχολῆς ἔα πολλὰ χαίρειν· οὐ γὰρ σχολή τι μόνον πτωχὸν αἰτεῖν κατὰ Πλάτωνα, ἀλλὰ τῷ ἐπ’ εὐδαιμονίαν σύντομον ἐπειγο‐
10μένῳ ἡ πρὸς γυναῖκας ἔντευξις ὄνησιν φέρει ἀνθρώπων δ’ ἰδιωτῶν πολλῶν, οἷς ὁμοίως διὰ ταύτην τὴν πρᾶ‐ ξιν ζημία, περιμαθήσεις παρὰ τοῖς μεμαθηκόσιν ἐκ παντὸς ἐργάσασθαι. σὺ μὴ ἐπιστρέφου, μηδ’ εἴ σε διὰ τὸν τοιοῦτον βίον κύνα τινὲς ἢ ἄλλο τι ἀποκαλῶσι
15χεῖρον.

45

.

1

(t)

Περδίκκᾳ.
1 Αἰσχύνου ἐφ’ οἷς γράφων ἀπειλεῖς μοι, ὅτι δῆτά σοι οὐ πείθομαι χείρων Ἐριφύλης γενέσθαι καὶ χρυσοῦ ἐμαυτὸν ἀνταλλάξασθαι κακῶς. τοῦτο γὰρ ἀξιοῖς, καὶ λόγοις μὲν ἅπτεσθαί μου οὐκ ἀναβάλλῃ, ἀπειλεῖς
5δὲ ἀπειλὴν κανθαρίδος, ἀποκτενεῖν, καὶ οὐκ οἶσθα ὅτι δράσας τοῦτο ἀντιπείσῃ. ἔστι γάρ τις, ᾧ μέλει περὶ ἡμῶν, ὃς καὶ τῶν τοιούτων τὴν ἴσην δίκην τοὺς
ἄρξαντας ἀδίκων ἔργων εἰσπράττεται, καὶ ζῶντας μὲν ἁπλοῦν, τελευτήσαντας δὲ δεκαπλάσιον. ταῦτ’ ἐγὼ256
10οὐχὶ δεδοικώς σου τὰς ἀπειλὰς ἔγραψα, ἀλλ’ οὐ βου‐ λόμενός σε δι’ ἐμὲ κακόν τι πρᾶξαι.

46

.

1

(t)

Πλάτωνι τῷ σοφῷ.
1 Διαπτύεις μου τὸν τρίβωνα καὶ τὴν πήραν ὡς ἐμοὶ μὲν ἐπαχθῆ καὶ χαλεπά, τὸν δὲ βίον οὐδὲν ὠφελοῦντα, οὐκ εὖ ποιῶν. σοὶ μὲν γὰρ ἐπαχθῆ καὶ χαλεπά, ἔμαθες γὰρ ἀπὸ τυραννικῶν τραπεζῶν ἀμέτρως ἐμφο‐
5ρεῖσθαι καὶ γαστρὶ προβάτων, ἀλλὰ μὴ ψυχῆς ἀρετῇ κοσμεῖσθαι· ἐγὼ δὲ ὡς μετ’ ἀρετῆς ταῦτα ἐπιτετή‐ δευκα, τίνα ἂν μείζονα ἀπόδειξιν ἢ τὸ μὴ μεταβάλλε‐ σθαι πρὸς ἡδυπάθειαν ἐξόν μοι παρασχοίμην; τόν γε μὴν βίον ἀξιῶ πάντων μᾶλλον ἀνθρώπων ὠφελεῖν οὐ
10μόνον δι’ ὧν ἔχω, ἀλλὰ καὶ δι’ ὧν τοιοῦτος αὐτοῖς φαί‐ νομαι. τίς γὰρ ἂν ἐφ’ οὕτως αὐτάρκη καὶ λιτὸν πολέμιος στρατεύσαιτο; ἐπὶ τίνα δ’ ἂν οἱ τοιούτοις ἀρεσκόμενοι βασιλέα ἢ δῆμον πόλεμον ἐξενέγκαιεν; ἀκόλουθα γοῦν τούτοις, ἐκκεκάθαρται μὲν ἡ ψυχὴ κα‐
15κῶν, ἀφίσταται δὲ κενοδοξίας, ἐπιθυμιῶν δὲ ἀμετρίαν ἐκβέβληκεν, ἀληθεύειν δὲ δεδίδακται, ψευδῶν τε πάν‐ των ὑπερορᾶν· εἰ δέ σε μὴ πείθει ταῦτα, ἄσκει φιλη‐ δονίαν καὶ κατάπαιζε ἡμῶν ὡς οὐ μέγα νοησάντων.

47

.

1

(t)

Ζήνωνι.
1 Οὐ γαμητέον οὐδὲ θρεπτέον παῖδας, ἐπεὶ τὸ γένος ἡμῶν ἀσθενές ἐστιν, ἐπιφορτίζει δὲ γάμος καὶ τέκνα ἀνίαις τὴν ἀνθρωπίνην ἀσθένειαν. οἱ γοῦν ἐλθόντες ἐπὶ γάμον καὶ τέκνων τροφὴν δι’ ἐπικουρίαν, ὕστερον
5γνόντες ὡς πλειόνων ὀχληρῶν ἐστὶ ταῦτα, μετανοοῦσιν, ἐνὸν ἀρχῆθεν πεφευγέναι. ὁ δὲ ἀπαθὴς ἱκανὰ πρὸς ὑπομονὴν ὑπολαβὼν τὰ οἰκεῖα γάμον καὶ τέκνων ἐκ‐ κλίνει γένεσιν. ἀλλ’ ὁ βίος ἔρημος ἀνθρώπων γενή‐ σεται· πόθεν γάρ, ἐρεῖς, ἡ διαδοχή; εἴθε γὰρ ἐπιλεί‐
10ποι βλακεία τὸν βίον, σοφῶν γενομένων πάντων· νῦν δ’ ὁ μὲν ἡμῖν πεισθεὶς μόνος ἴσως ἐπιλείψει, ὁ δὲ σύμ‐ πας βίος ἀπειθήσας παιδοποιήσεται. εἰ δὲ καὶ γένος ἀνθρώπων ἐπιλείποι, ἆρα ἄξιον τοσοῦτον ὀλοφύρα‐ σθαι, ὅσον καὶ εἰ μυιῶν καὶ σφηκῶν ἐπιλείποι γένε‐
15σις; ταῦτα γὰρ τὰ ῥήματα μὴ τεθεαμένων ἐστὶ τὴν τῶν ὄντων φύσιν.

48

.

1

(t)

Ῥήσῳ.
1 Φρύνιχος Λαρισαῖος ἀκουστὴς ἡμῶν ποθεῖ τὸ ἱππό‐ βοτον Ἄργος θεάσασθαι, ὃς ἀπὸ σοῦ δεήσεται φιλόσο‐ φος ὢν οὐ πολλῶν.

49

.

1

Ὁ κύων Ἀρουέκᾳ γνῶναι σαυτόν (οὕτω γὰρ ἂν εὖ πράττοις), καὶ εἴ τις ἄρα περὶ ψυχῆς νόσος, οἷον
ἀφροσύνη, ταύτης ἰατρὸν λαμβάνειν, τοῖς θεοῖς εὐχό‐ μενος, ἵνα μὴ δοκοῦντα λαβὼν θάτερον ποιῇς. χρό‐257
5νιζε δὲ μὴ οὕτως· οἶνος γάρ σοι θησαυρίζεται, ἀλλὰ μὲν βλάψεις υλησει. ταῦτα δὲ ποιῶν οὐ μόνον ἐμοὶ φίλος πολλοῦ ἄξιος, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι. τὸ δὲ ἐρρῶσθαί σε καὶ τὸ χαίρειν ἐν τῷ μὴ ἀμελῆσαι τῶν γε‐ γραμμένων ἐπέσταλται.

50

.

1

(t)

Χαρμίδᾳ.
1 Σοφίσματά μοι καὶ γρίφους ὁ σὸς γνώριμος Εὐρή‐ μων προύτεινεν ἐξησκημένα ὡς ἔνι μάλιστα. ἐγὼ δὲ οὐκ ἐπὶ τούτοις ἀξιῶ τὴν ἀρετὴν σεμνύνεσθαι, ἃ ταῖς κεναῖς καὶ δυσανοίκτοις πυξίσιν ἔοικεν, ἀλλ’ ἐπὶ τῷ
5βίῳ, ὃν γυμνὸν ἐπιδείκνυσθαι πρέπει τοῖς ἐντυγχά‐ νουσι. μετὰ γοῦν τὰς χαλεπάς τε καὶ κατησκημένας ζητήσεις ὁ γενναῖος καὶ σοφὸς Εὐρήμων περὶ τῶν μη‐ τρῴων πρὸς τὸν πατέρα μόνον οὐχὶ γυμνὸς ἐπαγκρα‐ τίαζε, καὶ τὴν μάχην τοῦ σοφοῦ ἔνιοι τῶν ἐπιτυχόν‐
10των φορτικῶν ἀνδρῶν διέλυον. ἔδει δέ, εἴπερ ἀρετῇ συνετέθραπτο, ἢ τὴν ἀρχὴν μηδὲ συστῆναι χρημάτων ἐπιθυμίαν περὶ αὐτόν, ἣ πάσης κακίας ἐστὶν αἰτία, οὐ τῆς σεμνοτάτης φιλοσοφίας, ἧς ἀφῃρῆσθαι τὸ σύμπαν πάθος. οἱ Ἀθηναῖοι δὲ καθ’ ὑμᾶς φιλοσοφήσαντες
15ἐοίκασι τοῖς ἐπαγγελλομένοις ἄλλους ἰατρεύειν, ἃ μὴ αὑτοὺς ἰᾶσθαι δεδύνηται.

51

.

1

(t)

Ἐπιμενίδῃ.
1 Ἐπιμενίδῃ σοιασσατοιδιεα δι’ ἀρετὴν ἀνατλῆναι μένοις ἂν οἴκοι τὴν γαστέρα τέρπων καὶ τὸ σωμάτιον κοσμῶν. ἀκούω γάρ σε ἀρετὴν ἐπαγγέλλεσθαι, καί μοι τὸ πρᾶγμα οὐκ ἐφάνη παράδοξον· εἶναι μὲν γὰρ
5ἐσθλὸν κατὰ Σιμωνίδην χαλεπόν, ἐπαγγέλλεσθαι δὲ
ῥᾴδιον.258